Anonymi (Arriani, ut fertur) periplus maris Erythraei
Pseudo-Arrianus
Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
42. Μεθʼ ἡς ἕτερός ἐστι κόλπος, ἔσω κυμάτων, εἰς αὐτὸν ἐνδύνων τὸν βορέαν, οὗ κατὰ μὲν τὸ στόμα νῆσός ἐστιν ἡ λεγομένη Bαιώνης, ἐν δὲ τοῖς ἐσωτάτοις τόποις μέγιστος ποταμὸς ὁ λεγόμενος Μάϊς. Τοῦτον
43. Ὁ δὲ κόλπος αὐτὸς ὁ κατὰ Βαρύγαζα στενὸς ὢν τοῖς ἐκ πελάγους ἐρχομένοις ἐστὶ δυσεπίβολος· ἢ γὰρ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ εὐώνυμα παραπίπτουσιν, ᾗ γε ἐπιβολὴ κρείσσων ἐστὶ τῆς ἑτέρας. Ἀλλʼ ἐκ μὲν τῶν δεξιῶν κατʼ αὐτὸ τὸ στόμα τοῦ κόλπου παράκειται ταινία τραχεῖα καὶ διάσπιλος, Ἡρώνη λεγομένη, κατὰ Καμμωνὶ κώμην· ἐκ δὲ τῶν εὐωνύμων ἀπέναντι ταύτης τὸ πρὸ Ἀστακάπρων ἀκρωτήριον, ἡ Παπικὴ λεγομένη, δύσορμος οὖσα διά τε τὸν ῥοῦν τὸν περὶ αὐτὴν καὶ διὰ τὸ ἀποκόπτειν τὰς ἀγκύρας τραχὺν ὄντα καὶ πετρώδη τὸν βυθόν. Κἂν κατʼ αὐτὸν δέ τις ἐπιβάλῃ τὸν κόλπον, αὐτὸ τὸ στόμα τοῦ κατὰ Βαρύγαζα ποταμοῦ δυσεύρετόν ἐστι διὰ τὸ τὴν χώραν ταπεινήν εἶναι καὶ μηδὲν ἐγγύτερον ἐνεχύρως θεωρεῖσθαι· κἂν εὑρεθῇ, δυσείσβολός ἐστι διὰ τὰ περὶ αὐτὸν τενάγη τοῦ ποταμοῦ.
44. Τούτου χάριν περὶ αὐτὸν τὸν εἴσπλουν βασιλικοὶ ἁλιεῖς ἐντόπιοι πληρώμασι μακρῶν πλοίων, ἃ λέγεται τράππαγα καὶ κότυμβα, πρὸς ἀπάντησιν ἐξέρχονται μέχρι τῆς Συραστρηνῆς, ἀφʼ ὧν ὁδηγεῖται τὰ πλοῖα μέχρι Βαρυγάζων. Κλίνουσι γὰρ εὐθὺς ἀπὸ τοῦ στόματος τοῦ κόλπου διὰ τενάγη τοῖς πληρώμασι καὶ ῥυμουλκοῦσιν αὐτὰ σταθμοῖς ἤδη τεταγμένοις, ἀρχο μένης μὲν τῆς πλήμης αἴροντες, ἱσταμένης δὲ διορμίζοντες κατά τινας ὅρμους καὶ κυθρίνους. Οἱ δὲ κύθρινοι τόποι εἰσὶ τοῦ ποταμοῦ βαθύτεροι μέχρι Βαρυγάζων· ἀπέχει γὰρ ἀπὸ τοῦ στόματος ἄων παρὰ τὸν ποταμὸν κειμένη ὡς σταδίων τριακοσίων.
45. Πᾶσα μὲν ἡ Ἰνδικὴ χώρα ποταμοὺς ἔχει πλμίστους,
46. Διὸ καὶ κινδυνώδεις εἰσὶν αἱ τῶν πλοίων προσαγωγαὶ καὶ ἐξαγωγαὶ τοῖς ἀπείροις καὶ πρώτως εἰσάγουσιν εἰς τὸ ἐμπόριον. Γινομένης γὰρ ὁρμῆς ἤδη περὶ τὴν πλήμην οὐδὲν παριεμένης οὐκ ἀντέχουσιν [αἱ] ἄγκυραι· διὸ καὶ τὰ προληφθέντα πλοῖα τῇ ἰναίᾳ, πλαγιασθέντα ὑπὸ τῆς ὀξύτητος τοῦ ῥοὸς, ἐποκέλλει τοῖς τενάγεσι καὶ ἀνακλᾶται, τὰ δὲ μικρότερα καὶ περιτρέπεται, τινὰ δὲ καὶ περὶ τὰς διώρυχας ἀποκεκλικότα διὰ τὸ περὶ τὴν ἄμπωτιν, ὅταν μὴ διερείσῃς, τῆς πλήμης αἰφνίδιον ἐπελθούσης, ὑπὸ τῆς πρώτης κεφαλῆς τοῦ ῥοὸς ἐμπίμπλαται. Τοσαῦται γὰρ περὶ τὴν εἰσβολὴν τῆς θαλάσσης γίνονται βίαι κατὰ τὰς νεομηνίας ὑπὸ τὴν νυκτερινὴν μάλιστα πλήμην, ὥστε ἀρχομένης ἤδη τῆς εἰσαγωγῆς, ὅταν ἠρεμῇ τὸ πέλαγος, ὑπʼ αὐτοῦ φέρεσθαι τοῖς ἐπὶ τοῦ στόματος παραπλήσιον βοῇ στρατοπέδου μακρόθεν ἀκουομένῃ, καὶ μετʼ ὀλίγον αὐτὴν ἐπιτρέχειν τοῖς τενάγεσι ῥοίζῳ τὴν θάλασσαν.