Anonymi (Arriani, ut fertur) periplus maris Erythraei
Pseudo-Arrianus
Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
52. Τοπικὰ δὲ ἐμπόρια κατὰ τὸ ἑξῆς κείμενα Ἀκαβάρου,
53. Μετὰ δὲ Καλλίεναν ἄλλα ἐμπόρια τοπικὰ Εήμυλλα καὶ Μανδαγόρα καὶ Παλαιπάτμαι καὶ Μελιζειγάρα
54. Βασιλείας δʼ ἐστὶν ἡ μὲν Τύνδις Κηπροβότρου,
55. Ἑτέρα δὲ κατʼ αὐτὸ τὸ στόμα τοῦ ποταμοῦ πρόκειται κώμη βακαρὴ, εἰς ἣν ἀπὸ Νελκύνδων ἐπὶ
56. Πλεῖ δὲ εἰς τὰ ἐμπόρια ταῦτα μεγάλα πλοῖα διὰ τὸν ὄγκον καὶ τὸ πλῆθος τοῦ πεπέρεως καὶ τοῦ μαλαβάθρου. Προχωρεῖ δὲ εἰς αὐτὴν προηγουμένως χρήματα πλεῖστα, χρυσόλιθα, ἱματισμὸς ἁπλοῦς οὐ πολὺς, πολύμιτα, στίμμι, κοράλλιον, ὕαλος ἀργὴ, χαλκὸς, κασσίτερος, μόλυβδος, σἶνος οὐ πολὺς, ὡσεὶ δὲ τοσοῦτον ὅσον ἐν Βαρυγάζοις, σανδαράκη, ἀρσενικὸν, σῑτος δὲ ὅσος ἀρκέσει τοῖς περὶ τὸ ναυκλήριον διὰ τὸ μὴ τοὺς ἐμπόρους αὐτῷ χρῆσθαι. Φέρεται δὲ πέπερι μονογενῶς ἐν ἑνὶ τόπῳ τούτων τῶν ἐμπορίων γεννώμενον πολὺ, τῇ λεγομένῃ Κοττοναρικῇ· φέρεται δὲ καὶ μαργαρίτης ἱκανὸς καὶ διάφορος καὶ ἐλέφας καὶ ὀθόνια Σηρικὰ καὶ νάρδος ἡ Γαγγητικὴ καὶ μαλάβαθρον ἐκ τῶν ἔσω τόπων εἰς αὐτὴν, καὶ λιθία διαφανὴς παντοία καὶ ἀδάμας καὶ ὑάκινθος καὶ χελώνη ἥ τε Χρυσονησιωτικὴ καὶ ἡ περὶ τὰς νήσους θηρευομένη τὰς προκειμένας αὐτῆς τῆς Λιμυρικῆς. Πλέουσι δὲ εἰς αὐ τὴν οἱ κατὰ καιρὸν ἀναγόμενοι ἀπʼ Αἰγύπτου περὶ τὸν Ἰούλιον μῆνα, ὃ ἐστιν Ἐπιφί.