Anonymi (Arriani, ut fertur) periplus maris Erythraei

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

27. Ἀπὸ δὲ τῆς Εὐδαίμονος Ἀραβικῆς ἐκδέχεται συναφὴς αἰγιαλὸς ἐπιμήκης καὶ κόλπος ἐπὶ δισχιλίους ἢ πλείονας παρήκων σταδίους, Νομάδων τε καὶ Ἰχθυοφάγων κώμαις παροικούμενος, οὗ μετὰ τὴν προέχουσαν ἄκραν ἐμπόριόν ἐστιν ἕτερον παραθαλάσσιον, Κανὴ, βασιλείας Ἐλεάζου, χώρας λιβανωτοφόρου,

278
καὶ κατʼ αὐτὴν ἔρημοι νῆσοι δύο, μία μὲν ἡ τῶν Ὀρνέων, ἡ δʼ ἑτέρα λεγομένη Τρούλλας, ἀπὸ σταδίων ἑκατὸν εἴκοσι τῆς Κανῆς. Ὑπέρκειται δὲ αὐτῆς μεσόγειος ἡ μητρόπολις Σαββαθὰ, ἐν ᾗ καὶ ὁ βασιλεὺς κατοικεῖ. Πᾶς δὲ ὁ γεννώμενος ἐν τῇ χώρᾳ λίβανος εἰς αὐτὴν ὥσπερ ἐκδοχεῖον εἰσάγεται καμήλοις τε καὶ σχεδίαις ἐντοπίοις δερματίναις ἐξ ἀσκῶν καὶ πλοίοις.
279
Ἔχει δὲ καὶ αὐτὴ σύγχρησιν τῶν τοῦ πέραν ἐμπορίων, Βαρυγάζων καὶ Σκυθίας καὶ Ὀμάνων καὶ τῆς παρακειμένης Περσίδος.

28. Εἰσάγεται δὲ εἰς αὐτὴν ἀπʼ Αἰγύπτου μὲν ὁμοίως πυρὸς ὀλίγος καὶ οἶνος ὥσπερ καὶ εἰς Μούζα, καὶ ἱματισμὸς Ἀραβικὸς, ὁμοίως καὶ κοινὸς καὶ ἀπλοῦς καὶ ὁ νόθος περισσότερος, καὶ χαλκὸς καὶ κασσίτερος καὶ κοράλλιον καὶ στύραξ καὶ τὰ λοιπὰ ὅσα εἰς Μούζα· τὰ πλείονα δὲ ἀργυρώματα τετορευμένα καὶ χρήματα τῷ βασιλεῖ, [καὶ] ἵπποι δὲ καὶ ἀνδριάντες καὶ ἱματισμὸς διάφορος ἀπλοῦς. Ἐξάγεται δὲ ἐξ αὐτῆς ἐντόπια μὲν φορτία, λίβανος καὶ ἀλόη, τὰ δὲ λοιπὰ κατὰ μετοχὴν τῶν ἄλλων ἐμπορίων. Πλεῖται δὲ εἰς αὐτὴν περὶ τὸν αὐτὸν καιρὸν ὃν καὶ εἰς Μούζα, πρωῖμώτερον δέ.

29. Μετὰ δὲ Κανὴν, τῆς γῆς ἐπὶ πλεῖον ὑποχωρούσης, ἄλλος ἐκδέχεται βαθύτατος κόλπος, ἐπὶ πολὺ παρεκτείνων, ὁ λεγόμενος Σαχαλίτης, καὶ χώρα λιβανωτοφόρος,

280
ὀρεινή τε καὶ δύσβατος, ἀέρα παχὺν ἔχουσα καὶ ὁμιχλώδη [καὶ] κατὰ τῶν δένδρων φερόμενον τὸν λίβανον. Ἔστι δὲ τὰ δένδρα τὰ λιβανοφόρα οὐ μεγάλα λίαν οὐδὲ ὑψηλὰ, φέρει δὲ ἐπὶ τῷ φλοιῷ πησσόμενον τὸν λίβανον, ὥς τινα καὶ τῶν παῤ ἡμῖν ἐν Aἰγύπτῳ δένδρων δακρύει τὸ κόμμι. Μεταχειρίζεται δ ὁ λίβανος ὑπὸ δούλων βασιλικῶν καὶ τῶν ἐπὶ τιμωρίᾳ πεμπομένον. Ἐπίνοσοι δὲ δεινῶς οἱ τόποι, καὶ τοῖς μὲν παραπλέουσι λοιμικοὶ, τοῖς δὲ ἐργαζομένοις πάντοτε θανατώδεις, ἔτι δὲ καὶ διὰ τὴν ἔνδειαν τῆς τροφῆς εὐχερῶς ἀπολλυμένοις.

30. Τούτου δʼ ἐστὶν ἀκρωτήριον τοῦ κόσμου μέγιστον, ἀποβλέπον εἰς ἀνατολὴν, ὁ καλούμενος Σύαγρος, ἐφ’ οἷ φρούριόν ἐστι τῆς χώρας καὶ λιμήν καὶ ἀποθήκη τοῦ συναγομένου λιβάνου· καὶ κατὰ τοῦτον ἐν τῷ πελάγει νῆσος, ἀνὰ μέσον τούτου καὶ τοῦ πέραν ἀκρωτηρίου τῶν Ἀρωμάτων, τῷ Συάγρῳ συνορίζουσα μᾶλλον, ἡ Διοσκορίδου καλουμένη, μεγίστη μὲν ἔρημος δὲ

281
καὶ κάθυγρος, ἔχουσα ποταμοὺς ἐν αὑτῇ καὶ κροκοδείλους καὶ ἐχίδνας πλείστας καὶ σαύρας ὑπερμεγέθεις, ὧν τὸ κρέας ἐσθίουσι τὸ δὲ λίπος τήκουσι καὶ ἀντʼ ἐλαίου χρῶνται· καρπὸν δὲ οὔτε ἀμπέλου οὔτε σιτικὸν ἡ νῆσος φέρει. Οἱ δʼ ἐνοικοῦντες αὐτὴν ὀλίγοι κατὰ μίαν πλευρὰν τῆς νήσου τὴν πρὸς ἀπαρκτίαν οἰκοῦσι, καθʼ ὃ μέρος ἀποβλέπει τὴν ἤπειρον· εἶσὶ δὲ ἐπίξενοι καὶ ἐπίμικτοι Ἀράβων τε καὶ Ἰνδῶν καὶ ἔτι Ἐλλήνων τῶν πρὸς ἐργασίαν ἐκπλεόντων. Φέρει δὲ ἡ νῆσος χελώνην τήν τε ἀληθινὴν καὶ χερσαίαν καὶ τὴν λευκὴν, πλείστην τε καὶ διάφορον τοῖς ὀστράκοις μείζοσι, τήν τε ὀρεινὴν ὑπερμεγέθη καὶ παχύτατον ὄστρακον ἔχουσαν, οὗ τὰ παρὰ τὴν κοιλίαν μέρη μὲν τομὴν οὐκ ἐπιδέχεται, καίπερ στερρότερα ὄντα· ὁλοτελῶς δὲ τὰ εὐχρηστοῦντα εἰς γλωσσόκομα καὶ πινακίδια καὶ μαγίδια καὶ τοιαύτην τινὰ γρύτην κατατέμνεται. Γίνεται δὲ ἐν αὐτῇ καὶ κιννάβαρι τὸ λεγόμενον Ἰνδικὸν, ἀπὸ τῶν δένδρῶν ὡς δάκρυ συναγόμενον.

31. Ὑποπίπτει μὲν οὖν, ὥςπερ ἡ Ἀζανία Χαριβαῆλι καὶ τῷ Μαφαρείτῃ τυράννῳ, καὶ ἡ νῆσος αὐτῷ τῷ βασιλεῖ τῆς λιβανωτοφόρου. Συνεχρήσαντο δὲ αὐτῇ καὶ ἀπὸ Μούζα τινὲς καὶ τῶν ἐκπλεόντων ἀπὸ Aιμυρικῆς καὶ Βαρυγάζων ὅσοι κατὰ τύχην εἰς αὐτὴν ἐπιβάλλοντες ὄρυζάν τε καὶ σῖτον καὶ ὀθόνην Ἰνδικὴν

282
ἀντικαταλλασσόμενοι καὶ σώματα θηλυκὰ διὰ σπάνιν ἐκεῖ προχωροῦντα, χελώνην ἀντεφορτίζοντο πλείστην· νῦν δὲ ὑπὸ τῶν βασιλέων ἡ νῆσος ἐκμεμίσθωται καὶ παραφυλάσσεται.