Anonymi (Arriani, ut fertur) periplus maris Erythraei

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

32. Μετὰ δὲ τὸν Σύαγρον κόλπος ἐστὶ συναφὴς ἐπὶ βάθος ἐνδύνων εἰς τὴν ἤπειρον, Ὄμανα, σταδίους ἔχων ἑξακοσίους τὸ διαπέραμα, καὶ μετʼ αὐτὸν ὑψηλὰ ὄρη πετρώδη καὶ ἀπόκοπα ἀνθρώπων ἐν σπηλαίοις κατοικούντων, ἐπὶ σταδίους ἄλλους πεντακοσίους, καὶ μετʼ αὐτοὺς ὅρμος ἀποδεδειγμένος τοῦ Σαχαλίτου λιβάνου πρὸς ἐμβολὴν, Μόσχα λιμὴν λεγόμενος, εἰς ἣν ἀπὸ Κανῆς συνήθως πλοῖα πέμπεταί τινα, καὶ παραπλέοντα ἀπὸ Λιμυρικῆς ἢ Bαρυγάζων ὀψινοῖς καιροῖς παραχειμάσαντα παρὰ τῶν βασιλικῶν πρὸς ὀθόνιον καὶ σῑτον καὶ ἔλαιον λίβανον ἀντιφορτίζουσι παῤ ὅλον τὸν Σαχαλίτην χώμασι κείμενον καὶ ἀφύλακτον, δυνάμει θεῶν τινὶ τοῦτον τὸν τόπον ἐπιτηρούντων· οὔτε γὰρ λάθρα οὔτε φανερῶς χωρὶς βασιλικῆς δώσεως εἰς πλοῖον ἐμβληθῆναι δύναται· κἂν χόνδρον τις ἄρῃ, οὐ δύναται πλεῦσαι τὸ πλοῖον ἀπὸ [τοῦ] λιμένος.

283

33. [Ἀπὸ δὲ Μόσχα] λιμένος ἐπʼ ἄλλους σταδίους ὡς χιλίους πεντακοσίους ἕως Ἀσὶχ ὄρος τῇ γῇ παρατείνει, καὶ κατὰ τὸ ἀπολῆγον αὐτοῦ μέρος ἑπτὰ νῆσοι πρόκεινται κατὰ τὸ ἑξῆς, αἱ Ζηνοβίου λεγόμεναι, μεθʼ ὃς ἄλλη παράκειται χώρα βάρβαρος οὐκ ἔτι τῆς αὐτῆς βασιλείας, ἀλλʼ ἤδη τῆς Περσίδος, ἣν ἀφʼ ὕψους παραπλέοντι ὡς σταδίους δισχιλίους ἀπὸ τῶν Ζηνοβίου συναντᾷ νῆσος Σαράπιδος λεγομένη, ἀπὸ σταδίων τῆς γῆς ὡσεὶ ἑκατὸν εἴκοσι. Ταύτης τὸ μὲν πλάτος ἐστὶν ὡσεὶ σταδίων διακοσίων, τὸ δὲ μῆκος ἑξακοσίων, οἰκεῖται δὲ κώμαις τρισὶ καὶ ἀνθρώποις ἱεροῖς Ἰχθυοφάγων· γλώσση δὲ Ἀραβικῇ χρῶνται καὶ περιζώμασι φύλλων κουκίνων. Ἔχει δὲ ἡ νῆσος χελώνην ἱκανὴν καὶ διάφορον· ἐξαρτίζοωσι δὲ εἰς αὐτὴν συνήθως οἱ ἀπὸ Κανῆς σκάφας καὶ ἐφόλκια.

34. Περικολπίζοντι δὲ τὴν ἐχομένην ἤπειρον εἰς

284
αὐτὴν τὴν ἄρκτον ἤδη περὶ τὴν εἰσβολὴν τῆς Περσικῆς θαλάσσης κεῖνται νῆσοι πλείονες, αἱ Καλαίου λεγόμεναι νῆσοι , σχεδὸν ἐπὶ σταδίους δισχιλίους παρατεταμμέναι τῇ χώρᾳ· πονηροὶ δὲ οἱ κατοικοῦντες αὐτὰς ἄνθρωποι καὶ ἡμέρας οὐ πολύ τι βλέποντες.

35. Περὶ δὲ τὴν ἐσχάτην κεφαλήν τῶν Καλαίου νήσων καὶ τὸ λεγόμενον Καλὸν ὄρος ἐκδέχεται μετʼ οὐ πολὺ τὸ στόμα τῆς Περσικῆς, καὶ πλεῖσται κολυμβήσεις εἰσὶ τοῦ πινικίου κόγχου. Τούτου δὲ τοῦ στόματος ἐκ τῶν εὐωνύμων ἐστὶν ὄρη μέγιστα λεγόμενα Ἀσαβῶν, ἐκ δὲ τῶν δεξιῶν ἄντικρυς ἀφορώμενον ἄλλο στρογγύλον ὑψηλὸν, τὸ Σεμιράμεως λεγόμενον, καὶ μέσος αὐτὸς ὁ διάπλους τοῦ στόματος ὡς σταδίους ἑξακοσίους, διʼ οὗ μέγιστος καὶ πλατύτατος εἰς τοὺς ἐσωτάτους τόπους ὁ Περσικὸς κόλπος ἀναχεῖται, καθʼ ὃν ἐν τοῖς ἐσχάτοις αὐτοῦ μέρεσιν ἐμπόριόν ἐστι νόμιμον, λεγόμενον

285
ἡ Ἀπολόγου, κειμένη κατὰ Πασίνου Χάρακα καὶ ποτάμον Εὐφράτην.

36. Παραπλεύσαντι δὲ τοῦτο τὸ στόμα τοῦ κόλπου μετὰ δρόμους ἓξ ἕτερον ἐμπόριόν ἐστι τῆς Περσίδος, τὰ λεγόμενα Ὄμανα. Ἐξαρτίζεται δὲ εἰς αὐτὴν συνήθως, ἀπὸ μὲν Βαρυγάζων εἰς ἀμφότερα ταῦτα τῆς Περσίδος ἐμπόρια πλοῖα μεγάλα χαλκοῦ καὶ ξύλων σανταλίνων καὶ δοκῶν καὶ κεράτων καὶ φαλάγγων σασαμίνων καὶ ἐβενίνων, εἰς δὲ τὰ Ὄμανα καὶ ἀπὸ Κανῆς λίβανος, καὶ ἀπ’ Ὀμάνων εἰς τὴν Ἀραβίαν ἐντόπια ῥαπτὰ πλοιάρια, τὰ λεγόμενα μαδάρα. Εἰσφέρεται δὲ ἀπὸ ἑκατέρων τῶν ἐμπορίων εἴς τε Βαρύγαζα καὶ εἰς Ἀραβίαν πινικὸν, πολὺ μὲν, χεῖρον δὲ

286
τοῦ Ἰνδικοῦ, καὶ πορφύρα καὶ ἱματισμὸς ἐντόπιος καὶ οἶνος καὶ φοῖνιξ πολὺς καὶ χρυσὸς καὶ σώματα.