Anonymi (Arriani, ut fertur) periplus maris Erythraei

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

22. Ὑπέρκειται δὲ αὐτῆς ἀπὸ τριῶν ἡμερῶν πόλις Σαύη, τῆς περὶ αὐτὴν Μαφαρίτιδος λεγομένης χώρας· ἔστι δὲ τύραννος καὶ κατοικῶν αὐτὴν Χόλαιβος.

23. Καὶ μετʼ ἄλλας ἐννέα ἡμέρας Σαφὰρ μητρόπολις, ἐν ᾗ Χαριβαὴλ, ἔνθεσμος βασιλεὺς ἐθνῶν δύο, τοῦ τε Ὁμηρίτου καὶ τοῦ παρακειμένου λεγομένου Σαβαΐτου, συνεχέσι πρεσβείαις καὶ δώροις φίλος τῶν αὐτοκρατόρων.

24. Τὸ δὲ ἐμπόριον ἡ Μούζα ἀλίμενον μὲν εὔσαλον δὲ καὶ εὔορμον διὰ τὰ περὶ αὐτὴν ἀμμόγεια ἀγκυροβόλια. Φορτία δὲ εἰς αὐτὴν προχωρεῖ πορφύρα, διάφορος καὶ

275
χυδαία, καὶ ἱματισμὸς Ἀραβικὸς χειριδωτὸς, ὅ τε ἁκλοῦς καὶ ὁ κοινὸς, καὶ σκοτουλάτος καὶ διάχρυσος, καὶ κρόκος καὶ κύπερος καὶ ὀθόνιον καὶ ἀβόλλαι καὶ λώδιικες οὐ πολλαὶ, ἁπλοῖ τε καὶ ἐντόπιοι, ζῶναι σκιωταὶ καὶ μύρον μέτριον καὶ χρῆμα ἱκανὸν οἶνός τε καὶ σῖτος οὐ πολύς. Φέρει γὰρ καὶ ἡ χώρα πυρὸν μετρίως καὶ οἶνον πλείονα. Τῷ δὲ βασιλεῖ καὶ τῷ τυράννῳ δίδονται ἵπποι τε καὶ ἡμίονοι νωτηγοὶ καὶ χρυσώματα καὶ τορνευτὰ ἀργυρώματα καὶ ἱματισμὸς πολυτελὴς καὶ χαλκουργήματα. Ἐξάγεται δὲ ἐξ αὐτῆς ἐντόπια μὲν, σμύρνα ἐκλεκτὴ καὶ στακτὴ * ἀβειρμιναία, λύγδος καὶ τὰ ἀπὸ τῆς πέραν Ἀδουλὶ προειρημένα φορτία πέντα. Πλεῖται δὲ εἰς αὐτὴν εὐκαίρως περὶ τὸν Σεπτέμβριον μῆνα, ὅς ἐστι Θώθ· οὐδὲν δὲ κωλύει κἂν τάχιον.

25. Μετὰ δὲ ταύτην ὡσεὶ τριακοσίους παραπλεύσαντες σταδίους, ἤδη συνερχομένης τε τῆς Ἀραβικῆς ἠπείρου καὶ τῆς πέραν κατὰ τὸν Aὐαλίτην Βαρβαρικῆς χώρας, αὐλών ἐστιν οὐ μακρὸς, ὁ συνάγων καὶ εἰς στενὸν ἀποκλείων τὸ πέλαγος, οδ τὸν μεταξὺ πόρον ἑξήκοντα σταδίων μεσολαβεῖ νῆσος ἡ Διοδώρου· διὸ καὶ ῥοώδης, καταπνεόμενος ἀπὸ τῶν παρακειμένων ὀρῶν, ἐστὶν ὁ κατʼ αὐτὴν διάπλους. Κατὰ τοῦτον τὸν ἰσθμὸν παραθαλάσσιός ἐστιν Ἀράβων κώμη τῆς αὐτῆς τυραννίδος

276
Ὄκηλις, οὐχ οὕτως ἐμπόριον ὡς ὅρμος καὶ ὕδρευμα καὶ πρώτη καταγωγὴ τοῖς ἔσω διαίρουσι.

26. Μετὰ δὲ Ὄκηλιν, ἀνοιγομένης πάλιν τῆς θαλάσσης εἰς ἀνατολὴν καὶ κατὰ μικρὸν εἰς πέλαγος ἀποφαινομένης, ἀπὸ σταδίων ὡς χιλίων διακοσίων ἐστὶν Εὐδαίμων Ἀραβία, κώμη παραθαλάσσιος, βασιλείας τῆς αὐτῆς Χαριβαὴλ, τοὺς ὅρμους μὲν ἐπιτηδείους

277
καὶ ὑδρεύματα γλυκύτερα [καὶ] κρείσσονα τῆς Ὀκήλεως ἔχουσα, ἤδη δὲ ἐν ἀρχῇ κόλπου κειμένη τῷ τὴν χώραν ὑποφεύγειν. Εὐδαίμων δʼ ἐπεκλήθη, πρότερον οὖσα πόλις, ὅτε, μήπω ἀπὸ τῆς Ἰνδικῆς εἰς τὴν Αἴγυπτον ἐρχομένων μηδὲ ἀπὸ [τῆς] Αἰγύπτου τολμώντων εἰς τοὺς ἔσω τόπους διαίρειν, ἀλλʼ ἄχρι ταύτης παραγινομένων, τοὺς παῤ ἀμφοτέρων φόρτους ἀπεδέχετο, ὥσπερ Ἀλεξάνδρεια καὶ τῶν ἔξωθεν καὶ τῶν ἀπὸ τῆς Αἰγύπτου φερομένων ἀποδέχεται. Νῦν δὲ οὐ πρὸ πολλοῦ τῶν ἡμετέρωνχρόνων Καῖσαρ αὐτὴν κατεστρέψατο.