Descriptio Graeciae

Dionysius, Calliphontis

Dionysius, Calliphontis, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • ὕψος δʼ ἔχουσα καὶ λιμένας τρεῖς· ἐχομένη ---
  • πρὸς ἐκπέραν δʼ οἰκοῦσι τῆς Αἰτωλίας ---
  • Ἱερὸν δʼ ὕπεστιν Ἡρακλέους καλούμενον,
  • ἕτερον δʼ Ἀφροδίτης. Ποταμὸν ἡ χώρα δʼ ἔχει
  • Ἀχελῷον. Ἡμερῶν δὶ καὶ νυκτῶν δύο
  • ἔσθʼ ὁ παράπλους αὐτῆς. Ἔχεται δʼ Αἰτωλία,
  • ἐν ᾗ πόλις Πλευρὼν ὑπόκειται, χἱερόν
  • ἅγιον Ἀθηνᾶς ἐστιν ὠνομασμένον.
  • Ἔπειτα Καλυδὼν, εἶτεν αἵ τʼ Ἐχινάδες
  • νῆσοι ποταμός τʼ Εὔηνος ἐκ Πίνδου ῥέων.
  • Οὗτοι Δολόπων οἰκοῦσι πρὸς μεσημβρίαν·
  • παράπλους δὲ ταύτης ἐστὶν ἡμέρας μιᾶς.
  • Εἶλτα μετὰ ταύτην ἡ Λοκρὶς καλουμένη,
  • ἐν ᾗ πόλις Ναύπακτος· εἶθ᾿ ὑποκείμενος
  • λιμὴν μέγας πόλις τε Τολοφών. Μετὰ δὲ τήν
  • Τολοφῶνα ποταμός ἐσθ᾿ Ὕλαιθος λεγόμενος·
  • τοῦτον δὲ ῥεῖν λέγουσιν ἐξ Αἰτωλίας.
  • Ὁ πᾶς δὲ παράπλους οὐδʼ ὅλης ἔσθ᾿ ἡμέρας.
  • Οὗτοι κατοικοῦσιν δὲ πρὸς μεσημβρίαν
  • Αἰτωλίας, Λέλεγες τὸ πρὶν κεκλημένοι.