Descriptio Graeciae

Dionysius, Calliphontis

Dionysius, Calliphontis, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Ἔπειτα Φωκεῖς εἰσι Λοκρῶν ἐχόμενοι,
  • παῤ οἷς πεδίον Κρισαῖον. Ἀπὸ Κίρρας δʼ ἄνω
  • προβάντι Δελφῶν πόλις ὕπεστι χἱερόν,
  • ἐν τὸ μαντεῖον, ὅ τε Παρνασός, μέγα
  • καὶ σύσκιον ὄρος, εἶτα νυμφῶν ἐχόμενον
  • Κωρύκιον ἄντρον· εἶτεν Ἀντικύρα πόλις
  • ποταμός τε Κηφισὸς ῥέων ἐκ Φωκίδος.
  • Παράπλους δὲ ταύτης ἡμέρας ἔσθʼ οὐχ ὅλης.
  • 241
  • ἐν τῇ μεσογείᾳ δʼ ἐστὶ Κυπάρισσος πόλις
  • Κρῖσά τε, μετʼ αὐτὴν Δαυλίς. Ἡ Βοιωτία
  • χώρα δὲ μετὰ Φωκεῖς ὑπόκειται, κειμένη
  • τῆς Φωκίδος χώρας πρὸς ἕω· κἄστιν δύο
  • ἐπίσημ᾿ ὄρη, τὸ μὲν Ἑλικὼν καλούμενον,
  • ἕτερον Κιθαιρών. Εἶτεν Ὠρωπὸς πόλις,
  • καὶ τῆς θαλάττης ἀπέχον ἱερὸν οὐ πολύ
  • ἔστʼ Ἀμφιαράου καὶ νεὼς καὶ τὸ τέμενος,
  • Αὐλίς τε Βοιωτῶν πόλις, πρὸς ᾗ λιμήν
  • κἀρτέμιδος ἱερὸν ἅγιον, ὃ λέγεται κτίσαι
  • Ἀγαμέμνονʼ, εἶτεν Ἐρέσιον καλούμενον
  • ἀκρότατον, εἶτ᾿ Εὔριιπος. Ἀνθηδὼν δʼ ἔχει