Descriptio Graeciae

Dionysius, Calliphontis

Dionysius, Calliphontis, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • μάλιστα συνεχῆς· τὸ πέρας αὐτῆς δʼ ἔρχεται
  • ἐπὶ τὸν ποταμὸν Πηνειὸν, ὡς Φιλέας γράφει,
  • ὄρος τε Μαγνήτων Ὁμόλην κεκλημένον.
  • Τινὲς δὲ τὴν Μαγνησίαν τῆς Ἑλλέδος
  • λέγουσιν εἶναι, τὸν δὲ Φιλέαν ἀγνοεῖν
  • ἀποχωρίσαντα, τεῦτο δʼ εἶναι συμφανές
  • τοῖς φιλομαθεῖν μάλιστα φιλοτιμουμένοις.
  • Πλὴν ἐπὶ τὰ λοιπὰ τοῦ λόγου προβήσομαι.
  • Ἀπʼ Ἀμβρακίας εἰς Θετταλίαν τριῶν ὁδός
  • ἔσθʼ ἡμερῶν. Ἔχει δὲ ποταμὸν λεγόμενον
  • Ἄρατθον εἰς θάλατταν ἐξιόντα, καί
  • ὄρος πρόσεστιν ἱερὸν ἐπικεκλημένον.
  • Σταδίων δʼ ὁ παράπλους ἐστὶν ἑκατὸν εἴκοσιν.
  • Εἶτα μετὰ ταύτην εἰσʼ Ὀρέσται λεγόμενοι·
  • εἶτ᾿ Ἀμφιλοχία δʼ ἄργος ἐνταῦθʼ ἔστι τό
  • Ἀμφιλοχικόν. Μετὰ τοῦτʼ Ἀκαρνᾶνες· πόλεις
  • οὗτοι δʼ ἔχουσι πλείονας, καὶ Λευκάδα,
  • ἀφʼ ἧς μέγας ἐστὶ κόλπος εἰς Ἰσθμὸν φέρων.
  • Νῆσοι Κεφαλλήνων δʼ ἐν αὐτῷ κείμεναι·
  • Ἰθάκη σταδίων [ὡς] ὀγδοήκοντα, στενή,