Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • τῆς Ταυρικῆς λέγουσιν ἀφικέσθαι ποτέ
  • κλαπεῖσαν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος 3
  • Εἰσὶν δὲ τοῖς ὄχλοισιν οἱ Ταῦροι συχνοί,
  • βίον δʼ ἐνόρειον νομάδα τʼ ἐζηλωκότες
  • τὴν δʼ ὠμότητα βάρβαροί τε καὶ φονεῖς,
  • ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασιν.
  • Ἔπειτ᾿ ἐπʼ αὐτοῦ τοῦ στόματος Μαιώτιδος
  • λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον,
  • τοῦ Βοσπόρου βασίλειον ὠνομασμένον ---
  • Ἄνωθε τούτων ἡ Σωθὶς γῆ βάρβαρος
  • πρὸς τὴν ἀοίκητον συνορίζουσʼ ἐστὶ γῆν
  • καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην.
  • Πρώτους δὲ παρὰ τὸν Ἵστρον εἶναι Καρπίδας
  • εἴρηκεν Ἔφορος, εἶλτεν Ἀροτῆρας πρόσω
  • Νευρούς τε μέχρι γῆς πάλιν ἐρῄμου διὰ πάγον,