Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • πρὸς ἀνατολὰς δʼ ἐκβάντι τὸν Βορυσθένην
  • τὴν λεγομένην Ὕλαιαν οἰκοῦντας Σκύθας
  • εἶναι, Γεωργοὺς δʼ ἐχομένους τούτων ἄνω,
  • ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον,
  • ὑπὲρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος,
  • ἐπέκεινα δʼ εἶναι πάλιν ἔρημον ἐχομένην.
  • 232
  • Τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος
  • ἕτερά τε πλείονʼ οὐ διωνομασμένα,
  • Νομαδικὰ δʼ ἐπικαλούμεν᾿ , εὐσεβῆ πάνυ,
  • ὧν οὐδὶ εἷς ἔμψυχον ἀδικήσαι ποτʼ ἄν
  • οἰκοφόρα δʼ, ὡς εἴρηκε, καὶ σιτούμενα
  • γάλακτι ταῖς Σκυθικαῖσί θ᾿ ἱππομολγίαις·
  • ζῶσιν δὲ τήν τε κτῆσιν ἀναδεδειχότες
  • κοινήν ἀπάντων τήν θʼ ὅλην συνουσίαν.
  • Καὶ τὸν σοφὸν δʼ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν