Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων
  • τοὺς φυομένους νομάς τε τοῖς βοσκήμασιν.
  • Ῥεῖν δʼ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν
  • ὡς τετταράκοντα πλωτὸν, εἰς δὲ τοὺς ἄνω
  • τόπους ἄπλωτός ἐστι κοῦ περάσιμος·
  • ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται.
  • Ἀχίλλειος ὅρόμος,
  • ὅπερ ἐστὶν ᾐὼν σφόδρα μακρά [τε] καὶ στενή 3
  • Ἡ Ταυρικὴ δὲ χερρόνησος λιγομένη
  • τούτοις συνάπτει, πόλιν ἔχουσʼ Ἑλληνίδα,
  • ἣν Ἡρακλεῶται Δήλιοί τʼ ἀπῴκισαν,
  • τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινος
  • τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων
  • ἅμα Δηλίοισι χερρόνησον οἰκίσαι.
  • 231
  • Τοῦτον εἰς τόπον τινές