Podagra
Lucian of Samosata
Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.
- αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον.
- τίς δ’ ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, ὦ φίλοι.
- Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις;
- ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον,
- μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς.
- Εἶς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος;
- Τὰν μὲν Κυπρίαν Ἀφροδίταν
- σταγόνων προπεσοῦσαν ἀπ’ αἰθέρος
- ἀνεθρέψατο χόσμιον ἁρμογὰν
- ἁλίοις ἐνὶ κύμασι Νηρεύς.
- τὰν δ’ Ὠχεανοῦ παρὰ παγαῖς
- Ζανὸς παράκοιτιν Ὀλυμπίου
- λευκώλενον εὐρέσι κόλποις
- Ἥραν ἐτιθήνατο Τηθύς.
- κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου
- ἐλόχευσε κόρας ἄτρομον φυὰν
- Κρονίδας, μέγ’ ἄριστος Ὀλυμπίων,
- τὰν ἐγρεκύδοιμον ᾿Αθάναν.
- τὰν δ’ ἁμετέραν θεὸν ὀλβίαν
- ὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαις