Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. πρώταν ἐλόχευσεν Ὁφίων.
  2. ὅτ’ ἐπαύσατο μὲν σκότιον χάος
  3. ἀνέτειλέ τε λαμπέτις ἀὼς
  4. καὶ παμφαὲς ἀελίου σέλας.
  5. τότε καὶ Ποδάγρας ἐφάνη κράτος.
  6. ὅτε γὰρ λαγόνων σε τεκοῦσα
  7. Μοῖρα Κλωθὼ τότ’ ἔλουσεν,
  8. ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ,
  9. μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ·
  10. τὰν δ’ εὐγλαγέτοις ἐνὶ μαξοῖς
    p.110
  11. εὔολβος ἐθρέψατο Πλούτων.
Πόδαγρος
  1. Τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους;
Χόρος
  1. Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου,
  2. οὐ τριχὸς ἀφέτου λυγίζεται στροφαῖσιν αὐχήν,
  3. οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα,
    p.115
  4. οὐδ’ ὠμὰ λακιστὰ κρέα σιτούμεθα ταύρων·
  5. ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος
  6. καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει,
  7. τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις,
  8. ἀφανές, κρύφιον. δεδυκὸς ὑπὸ μυχοῖσι γυίων,
    p.120