Podagra
Lucian of Samosata
Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.
- μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος
- ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον·
- δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει,
- ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα
- εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.
- ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα
- βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ,
- δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.
- ὅμως δʼ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι
- πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ
- καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει.
- ἀλλʼ εἶα.
- τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν,
- κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς;
- τίνι δαιμόνων ἄγουσι κωμαστὴν χορόν;
- μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας;
- ἀλλʼ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης.
- ἢ μή τις ὕμνος Βακχίῳ κωμάζεται;
- ἀλλ’ οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις.
- τίνες ποθ’ ἡμῖν, ὦ ξένοι, βεβήκατε;