Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. πολεμηίαν ἀϋτήν.
  2. ἡμεῖς δὲ σοί, Ποδάγρα,
  3. πρώταις ἔαρος ἐν ὥραις
  4. μύσται τελοῦμεν οἴκτους,
  5. ὅτε πᾶς χλοητόκοισι
  6. ποίαις τέθηλε λειμών,
  7. Ζεφύρου δὲ δένδρα πνοιαῖς
  8. ἁπαλοῖς κομᾷ πετήλοις,
  9. ἁ δύσγαμος κατʼ οἴκους
  10. μερόπων θροεῖ χελιδών,
  11. καὶ νυκτέροις καθʼ ὕλαν
  12. τὸν Ἴτυν στένει δακρύουσʼ
  13. Ἀτθὶς γόοις ἀηδών.
Πόδαγρος
  1. ὤμοι πόνων ἀρωγόν, ὦ τρίτου ποδὸς
  2. μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου
  3. βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον,
  4. ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.
  5. ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο
  6. καὶ λίπε μελάθρων τὴν ὑπώροφον στέγην.
  7. σκέδασον δʼ ἀπʼ ὄσσων νύχιον ἀέρος βάθος