Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. σπλάγχνων δʼ ἐπʼ αὐτῶν διάπυρον τρέχει κακόν,
  2. δίναισι φλογμῶν σάρκα πυρπολούμενον,
  3. ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς
  4. ἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος,
  5. ὅπου δυσεξέλικτα κυματούμενος
  6. σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων.
  7. ὦ δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος,
  8. ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν
  9. ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι.
Χόρος
  1. ἀνὰ Δίνδυμον Κυβήβης
  2. Φρύγες ἔνθεον ὀλολυγὴν
  3. ἁπαλῷ τελοῦσιν Ἄττῃ,
  4. καὶ πρὸς μέλος κεραύλου
  5. Φρυγίου κατʼ ὄρεα Τμώλου
  6. κῶμον βοῶσι Λυδοί·
  7. παραπλῆγες δʼ ἀμφὶ ῥόπτροις
  8. κελαδοῦσι Κρητὶ ῥυθμῷ
  9. νόμον Κορύβαντες εὐάν.
  10. κλάζει βρίθουσα σάλπιγξ
  11. Ἄρει κρέκουσα θούρῳ