Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει,
    p.265
  2. λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι
  3. γὴν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι·
  4. ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε,
  5. ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους.
p.452
Ποδάγρα
  1. Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή; φράσον.
Ἰατρός
  1. Μύστης με σιγᾶν ὅρκος οὐκ ἐᾷ φράσαι.
  2. καὶ λοισθία θνήσκοντος ἐντολὴ πατρός,
  3. ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος,
  4. ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην.
Ποδάγρα
  1. Εἶτ’ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι,
  2. ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση,
  3. ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν ;
  4. ἀλλ’ εἶα. τήνδε σύμβασιν συνθώμεθα,