Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος
  2. ὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες.
  3. δεῦτ’, ὦ σκυθρωπαί, πάντοθεν ποτώμεναι
  4. βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων,
  5. πελάζετ’ ἆσσον· καὶ σὺ μὲν ποδῶν ἄκρους
  6. φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρι,
  7. σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο
  8. ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος,
  9. ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε.
Πόνοι
  1. Ἴδ’, ὡς ἔταξας πάντα σοι δεδράκαμεν·
  2. κεῖνται βοῶντες οἱ ταλαίπωροι μέγα,
  3. ἅπαντα γυῖα προσβολῇ στρεβλούμενοι.
Ποδάγρα
  1. Φέρετ’, ὦ ξένοι, μάθωμεν ἀτρεκέστατον,
  2. εἰ χρισθὲν ὑμᾶς φάρμακον τόδ’ ὠφελεῖ.