Podagra
Lucian of Samosata
Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.
- ἐδάμασα πλείστους, ὥς γ’ ἐπίστανται σοφοί.
- Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄξετο·
- ἔθανε δ’ Ἀχιλλεὺς ποδαγρὸς ὢν ὁ Πηλέως·
- ὁ Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει·
- Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν· p.255
- ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν ὁ Πλεισθένης·
- Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχε στόλου
- ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών,
- ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ,
- ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχε στόλου· p.260
- Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέα
- ἐγὼ κατέπεφνον. οὐκ ἄκανθα τρυγόνος.
- ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες,
- ἴσην πάθηθε κόλασιν οἷς δεδράκατε.