Podagra
Lucian of Samosata
Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.
- Οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοι
- ὀρθὼς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳ
- ἴσαισι τιμαῖς ἀντισηκώσω χάριν.
- ἔστω δέ σοι δώρημα θυμῆρες τόδε,
- ἑξῆς τριετίας πειράσῃ κούφων πόνων. p.245
- ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι,
- τίνες πότ’ ὄντες καὶ τίνων πεφυκότες
- τολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει,
- τῆς οὐδ’ ὁ Κρονίδας οἶδε νικῆσαι βίαν;
- λέγετ’, ὦ κάκιστοι· καὶ γὰρ ἡρώων ἐγὼ p.250
- ἐδάμασα πλείστους, ὥς γ’ ἐπίστανται σοφοί.
- Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄξετο·
- ἔθανε δ’ Ἀχιλλεὺς ποδαγρὸς ὢν ὁ Πηλέως·
- ὁ Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει·
- Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν· p.255
- ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν ὁ Πλεισθένης·
- Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχε στόλου
- ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών,
- ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ,
- ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχε στόλου· p.260