Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέα
  2. ἐγὼ κατέπεφνον. οὐκ ἄκανθα τρυγόνος.
  3. ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες,
  4. ἴσην πάθηθε κόλασιν οἷς δεδράκατε.
Ἰατροὶ
  1. Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει,
    p.265
  2. λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι
  3. γὴν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι·
  4. ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε,
  5. ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους.
p.452
Ποδάγρα
  1. Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή; φράσον.
Ἰατρός
  1. Μύστης με σιγᾶν ὅρκος οὐκ ἐᾷ φράσαι.
  2. καὶ λοισθία θνήσκοντος ἐντολὴ πατρός,
  3. ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος,
  4. ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην.
Ποδάγρα
  1. Εἶτ’ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι,
  2. ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση,
  3. ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν ;
  4. ἀλλ’ εἶα. τήνδε σύμβασιν συνθώμεθα,
  5. καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος
  6. ὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες.