Podagra
Lucian of Samosata
Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.
- Πρῶτον μὲν ἔλιπον πέντε βαθμῶν κλίμακα,
- ξύλων τρέμουσαν διαλύτοισιν ἁρμογαῖς,
- ὅθεν μὲ δέχεται κορδυβαλλῶδες πέδον
- σχληροῖσι ταρσοῖς ἀντερεῖδον κρούμασιν.
- ὅπερ διανύσας ἴχνεσιν ἀλγεινοῖς ἐγὼ
- ἐστρωμένην χάλιξιν εἰσέβην ὁδὸν
- καὶ δυσπάτητον ὀξέσιν κέντροις λίθων.
- μεθ’ ἣν ὀλίσθῳ περιπεσὼν λείας ὁδοῦ
- ἔσπευδον εἰς τὸ πρόσθε, διάλυτος δέ μου
- ἔσυρεν ὀπίσω πηλὸς ἀσθενῆ σφυρά,
- δι᾿ ἧς περῶντι νότιος ἐκ μελῶν ἱδρὼς
- ἔρρει βάσιν μου σαθρὰν ἐκλελυμένῳ.
- ὅθεν μὲ δέχεται πᾶν μέλος κεκμηκότα
- πλατεῖα μὲν κέλευθος, ἀλλ’ οὐκ ἀσφαλής·
- τὰ μὲν γὰρ ἔνθεν, τὰ δέ μ’ ἐχκεῖθ’ ὀχήματα
- ἤπειγεν, ἠνάγκαξεν, ἔσπερχεν τρέχειν.
- ἐγὼ δὲ νωθρὸν ἐλαφρὰ κουφίζων πόδα
- δόχμιος ἔβαινον εἰς ὁδοῦ πέζαν στενήν,
- ἕως ἀπήνη παραδράμῃ τροχήλατος·
- μύστης γὰρ ὢν σὸς ταχὺ τρέχειν οὐκ ἔσθενον. p.240