Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. δοιδυκοφόβα, γονυκαυσαγρύπνα,
  2. περικονδυλοπωρυφίλα,
  3. γονυκαμψεπίκυρτε Ποδάγρα.
Ἄγγελος
  1. Δέσποινα, καιρίῳ γὰρ ἤντησας ποδί,
  2. ἄκου’, ἔπος γὰρ οὐκ ἐτώσιον φέρω,
  3. ἀλλ’ ἔστι πρᾶξις τῶν λόγων συνέμπορος·
  4. ἐγὼ γάρ, ὡς ἔταξας, ἠρέμῳ ποδὶ
  5. πόλεις ἰχνεύων πάντας ἠρεύνων δόμους
  6. μαθεῖν ποθῶν εἴ τις σὸν οὐ τιμᾷ κράτος.
  7. καὶ τῶν μὲν ἄλλων εἶδον ἥσυχον φρένα
  8. νικωμένων, ἄνασσα, σαῖν βίᾳ χεροῖν,
  9. δύω δὲ τώδε φῶτε τολμηρὼ θράσει
  10. ἐφραξέτην λαοῖσι καὶ κατωμνύτην.
  11. ὡς οὐκέτ’ ἔστι σὸν κράτος σεβάσμιον,
  12. ἀλλ’ ἔκβολον βροτῶν σε θήσουσιν βίου.
  13. διόπερ κραταιῷ συνοχμάσας δεσμῷ πόδα
  14. πεμπταῖος ἥκω στάδια διανύσας δύο.
Ποδάγρα
  1. Ὡς κραιπνὸς ἔπτης, ἀγγέλων ὤκιστέ μοι.
  2. τίνος δὲ καὶ γῆς ὅρια δυσβάτου λιπὼν
  3. ἥκεις; σαφῶς μήνυσον, ὡς εἰδῶ τάχος.