Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. ὦ στυγνὸν οὔνομʼ, ὦ θεοῖς στυγούμενον,
  2. ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον,
  3. ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις
  4. Μέγαιρʼ Ἐρινὺς γαστρὸς ἐξεγείνατο
  5. μαζοῖσί τʼ ἐξέθρεψε, καὶ πικρῷ βρέφει
  6. εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα,
  7. τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄρα
  8. εἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος.
  9. εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις
  10. βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει,
  11. οὐ Τάνταλον ποτοῖσιν, οὐδʼ Ἰξίονα
  12. τροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳ
  13. ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,
  14. ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας
  15. τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις,
  16. ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας
  17. χειρῶν ἀπʼ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις
  18. ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς
  19. πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους
  20. ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους.