Tyrannicida

Lucian of Samosata

Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.

οὐ γὰρ αὐτὸν ἐφόνευσας τὸν τύραννον· ὁ δὲ νόμος τυραννοκτόνῳ δίδωσιν τὴν δωρεάν. διαφέρει δέ, εἰπέ μοι, τί ἢ αὐτὸν ἀνελεῖν ἢ τοῦ θανάτου παρασχεῖν τὴν αἰτίαν; ἐγὼ μὲν γὰρ οὐδὲν οἶμαι· ἀλλὰ τοῦτο μόνον ὁ νομοθέτης εἶδεν, τὴν ἐλευθερίαν, τὴν δημοκρατίαν, τὴν τῶν δεινῶν ἀπαλλαγήν. τοῦτʼ ἐτίμησεν, τοῦτʼ ἄξιον ἀμοιβῆς ὑπέλαβεν, ὅπερ οὐκ ἂν εἴποις μὴ διʼ ἐμὲ γεγενῆσθαι. εἰ γὰρ ἐφόνευσα διʼ ὃν ἐκεῖνος ζῆν οὐκ ἐδύνατο, αὐτὸς εἴργασμαι τὴν σφαγήν. ἐμὸς ὁ φόνος, ἡ χεὶρ ἐκείνου. μὴ τοίνυν ἀκριβολογοῦ ἔτι περὶ τοῦ τρόπου τῆς τελευτῆς μηδὲ ἐξέταζε ὅπως ἀπέθανεν, ἀλλʼ εἰ μηκέτʼ ἐστίν, εἰ δι’ ἐμὲ τὸ μηκέτʼ εἶναι ἔχει· ἐπεὶ κἀκεῖνο προσεξετάσειν μοι δοκεῖς καὶ συκοφαντήσειν τοὺς εὐεργέτας, εἴ τις μὴ ξίφει, ἀλλὰ λίθῳ ἢ ξύλῳ ἢ ἄλλῳ τῳ τρόπῳ ἀπέκτεινεν.

τί δέ, εἰ λιμῷ ἐξεπολιόρκησα τὸν τύραννον τὴν ἀνάγκην τῆς τελευτῆς παρέχων, ἀπῄτεις ἂν καὶ τότε[*](τότε Z: τὸ ΓΝUB.) παρʼ ἐμοῦ αὐτόχειρα τὴν σφαγήν, ἢ ἐνδεῖν ἔλεγές μοί τι πρὸς τὸν νόμον, καὶ ταῦτα χαλεπώτερον τοῦ κακούργου πεφονευμένου; ἓν μόνον ἐξέταζε, τοῦτο ἀπαίτει, τοῦτο πολυπραγμόνει, τίς τῶν πονηρῶν λείπεται, ἢ τίς ἐλπὶς τοῦ

v.5.p.458
φόβου ἢ τί ὑπόμνημα τῶν συμφορῶν; εἰ δὲ καθαρὰ πάντα καὶ εἰρηνικά, συκοφαντοῦντός ἐστιν τῷ τρόπῳ τῶν πεπραγμένων χρώμενον[*](χρώμενον Dindorf: χρωμένου MSS.) ἀποστερεῖν ἐθέλειν τὴν ἐπὶ τοῖς πεπονημένοις δωρεάν.

ἐγὼ δὲ[*](δὲ N : not in ΓZUB.) καὶ τοῦτο μέμνημαι διηγορευμένον ἐν τοῖς νόμοις (ἐκτὸς εἰ μὴ διὰ τὴν πολλὴν δουλείαν ἐπιλέλησμαι τῶν ἐν αὐτοῖς εἰρημένων) αἰτίας θανάτου εἶναι διττάς, καὶ[*](καὶ Harmon: ἢ MSS. All editions follow the Florentine: διττάς, εἴ τις αὐτὸς ἀπέκτεινεν ἢ. The clause εἰ . . . ἀπέκτεινεν is not in ΓΝUZBFA, and its admission  creates  asyndeton below (τὰ ἴσα, etc.).) εἴ τις μὴ αὐτὸς μὲν ἀπέκτεινε μηδὲ τῇ χειρὶ ἔδρασεν τὸ ἔργον, ἠνάγκασεν δὲ καὶ παρέσχεν ἀφορμὴν τοῦ φόνου, τὰ ἴσα καὶ τοῦτον ἀξιοῖ ὁ νόμος αὐτὸν ἀντικολάζεσθαι — μάλα δικαίως· οὐ γὰρ ἠβούλετο τοῦ πεπραγμένου ἥσσων[*](ἥσσων γίνεσθαι τῷ τῆς ἀδεΐας (i.e., διὰ τὴν ἀδεΐαν) Harmon : ἴσον γίνεσθαι (γενέσθαι Ν) τὸ τῆς ἀδείας MSS, ἧσσον is a Renaissance conjecture. ἧσσον γίνεοθαι τὸ τῆς αἰτίας Markland.) γίνεσθαι τῷ τῆς ἀδείας· καὶ περιττὴ λοιπὸν ἡ ἐξέτασις τοῦ τρόπου τῆς σφαγῆς.

εἶτα τὸν μὲν οὕτως ἀποκτείναντα κολάζειν ὡς ἀνδροφόνον δικαιοῖς καὶ οὐδαμῶς ἀφεῖσθαι θέλεις, τὸν δὲ κατὰ τὸν αὐτὸν τούτῳ τρόπον εὖ πεποιηκότα τὴν πόλιν οὐ τῶν ὁμοίων ἀξιώσεις τοῖς εὐεργέταις;

οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις λέγειν, ὡς ἐγὼ μὲν ἁπλῶς αὐτὸ ἔπραξα, ἠκολούθησε δέ τι τέλος ἄλλως χρηστόν, ἐμοῦ μὴ θελήσαντος. τί γὰρ ἔτι ἐδεδίειν τοῦ ἰσχυροτέρου πεφονευμένου; τί δὲ κατέλιπον τὸ ξίφος ἐν τῇ σφαγῇ, εἰ μὴ πάντως τὸ ἐσόμενον αὐτὸ προεμαντευόμην; ἐκτὸς εἰ μὴ τοῦτο φής, ὡς οὐ τύραννος ὁ τεθνεὼς ἦν οὐδὲ

v.5.p.460
ταύτην εἶχε τὴν προσηγορίαν, οὐδὲ δωρεὰς ἐπʼ αὐτῷ πολλάς, εἰ ἀποθάνοι, ἡδέως ἂν ὑμεῖς ἐδώκατε. ἀλλʼ οὐκ ἂν εἴποις.

Εἶτα τοῦ τυράννου πεφονευμένου[*](πεφονευμένου ἀνεληλυθότος MSS.) τῷ τὴν αἰτίαν παρασχόντι τῆς σφαγῆς οὐκ ἀποδώσεις τὴν δωρεάν; ὢ τῆς πολυπραγμοσύνης. μέλει δέ σοι, πῶς ἀπέθανεν, ἀπολαύοντι τῆς ἐλευθερίας, ἢ τὸν τὴν δημοκρατίαν ἀποδεδωκότα περιττότερόν τι προσαπαιτεῖς; καίτοι ὅ γε νόμος, ὡς φής, τὸ κεφάλαιον ἐξετάζει τῶν πεπραγμένων, τὰ διὰ μέσου δὲ πάντα ἐᾷ καὶ οὐκέτι πολυπραγμονεῖ. τί γάρ; οὐχὶ καὶ[*](οὐχὶ καὶ Seager: καὶ οὐχὶ MSS.) ἐξελάσας τις τύραννον ἤδη τιμὴν ἔλαβεν τυραννοκτόνου; καὶ μάλα δικαίως· ἐλευθερίαν γὰρ κἀκεῖνος ἀντὶ δουλείας παρέσχηται. τὸ δʼ ὑπʼ ἐμοῦ γεγενημένον οὐ φυγὴ οὐδὲ δευτέρας ἐπαναστάσεως ἐλπίς, ἀλλὰ παντελὴς καθαίρεσις καὶ πανωλεθρία παντὸς τοῦ γένους καὶ ῥιζόθεν τὸ δεινὸν ἅπαν ἐκκεκομμένον.