Tyrannicida

Lucian of Samosata

Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.

καί μοι πρὸς θεῶν ἤδη ἀπʼ ἀρχῆς ἐς τέλος, εἰ δοκεῖ, πάντα ἐξετάσατε, εἴ τι τῶν πρὸς τὸν νόμον παραλέλειπται καὶ εἰ ἐνδεῖ τι τῶν προσεῖναι ὀφειλόντων τυραννοκτόνῳ. πρῶτα μὲν δὴ γνώμην προϋπάρχειν χρὴ γενναίαν καὶ φιλόπολιν καὶ πρὸ τῶν[*](τῶν ΝΓ (late corr.): τούτων Γ1Α, τοῦ τῶν ZUB.) κοινῶν κινδυνεύειν ἐθέλουσαν καὶ τῷ οἰκείῳ θανάτῳ τὴν τῶν πολλῶν σωτηρίαν ὠνησομένην. ἆρʼ οὖν πρὸς τοῦτο ἐνεδέησα, ἐμαλακίσθην, ἢ προελόμενός[*](προελόμενος ΓUΝΖΒ(C)Α: προειδόμενος (F) ed. Flor. προϊδόμενος recent edd. Cf. Abd., 11.) τινα τῶν διὰ μέσου κινδύνων ἀπώκνησα; οὐκ ἂν εἴποις. μένε τοίνυν ἐπὶ τούτου

v.5.p.462
ἔτι μόνου καὶ νόμιζε τοῦ θελῆσαι μόνον καὶ τοῦ βουλεύσασθαι ταῦτα, εἰ καὶ μὴ χρηστὸν ἀποβεβήκει, ἔκ γε τῆς γνώμης αὐτῆς καταστάντα με γέρας ἀξιοῦν ὡς εὐεργέτην λαμβάνειν. ἐμοῦ μὲν οὐ δυνηθέντος, ἄλλου δὲ μετʼ ἐμὲ τετυραννοκτονηκότος, ἄλογον, εἰπέ μοι, ἢ ἀγνῶμον ἦν παρασχεῖν; καὶ μάλιστα εἰ ἔλεγον, ἄνδρες, ἐβουλόμην, ἠθέλησα, ἐπεχείρησα, ἐπειράθην· τῆς γνώμης μόνης[*](ἐπειράθην τῆς γνώμης· μόνος MSS.: corrected by du Soul.) ἄξιός εἰμι τιμᾶσθαι, τί ἂν ἀπεκρίνω τότε;

νῦν δὲ οὐ τοῦτό φημι, ἀλλὰ καὶ ἀνῆλθον καὶ ἐκινδύνευσα καὶ μυρία πρὸ τῆς τοῦ νεανίσκου σφαγῆς ἐπόνησα·[*](ἐπόνησα Wyttenbach: ἐποίησα MSS.) μὴ γὰρ οὕτω ῥᾷστον μηδὲ εὐχερὲς ὑπολάβητε εἶναι τὸ πρᾶγμα, φρουρὰν ὑπερβῆναι καὶ δορυφόρων κρατῆσαι καὶ τρέψασθαι τοσούτους μόνον, ἀλλὰ σχεδὸν τὸ μέγιστον ἐν τῇ τυραννοκτονίᾳ καὶ τὸ κεφάλαιον τῶν ἔργων τοῦτό ἐστιν. οὐ γὰρ δὴ αὐτός γε ὁ τύραννος μέγα καὶ δυσάλωτον καὶ δυσκατέργαστόν ἐστιν, ἀλλὰ τὰ φρουροῦντα καὶ συνέχοντα τὴν τυραννίδα, ἅ τις ἂν νικήσῃ, πάντα οὗτος κατώρθωσεν, καὶ τὸ λοιπὸν ὀλίγον. τὸ δὴ ἄχρι τῶν τυράννων προελθεῖν[*](προελθεῖν ΓΝΖ: προσελθεῖν UΒ.) οὐκ ἂν ὑπῆρξέ μοι, μὴ οὐχὶ τῶν περὶ αὐτοὺς φυλάκων καὶ δορυφόρων ἁπάντων κεκρατηκότι κἀκείνους ἅπαντας προνενικηκότι. οὐδὲν ἔτι προστίθημι, ἀλλʼ ἐπὶ τούτων αὖθις μένω· φυλακῆς ἐκράτησα, δορυφόρους ἐνίκησα, τὸν τύραννον ἀφύλακτον, ἄνοπλον, γυμνὸν ἀπέδωκα. τιμῆς ἄξιος ἐπὶ τούτοις εἶναί σοι δοκῶ, ἢ ἔτι ἀπαιτεῖς παρʼ ἐμοῦ τὸν φόνον;

v.5.p.464

ἀλλʼ εἰ καὶ φόνον ζητεῖς, οὐδὲ τοῦτο ἐνδεῖ, οὐδὲ ἀναίμακτός εἰμι, ἀλλʼ εἴργασμαι μεγάλην καὶ γενναίαν σφαγὴν νεανίσκου ἀκμάζοντος καὶ πᾶσι φοβεροῦ, διʼ ὃν ἀνεπιβούλευτος κἀκεῖνος ἦν, ᾧ μόνῳ ἐθάρρει, ὃς ἀντὶ πολλῶν ἤρκει δορυφόρων. ἆρʼ οὖν οὐκ ἄξιος, ὦ οὗτος, δωρεᾶς, ἀλλὰ ἄτιμος ἐπὶ τηλικούτοις γένωμαι; τί γάρ, εἰ δορυφόρον ἕνα, τί δʼ εἰ ὑπηρέτην τινὰ τοῦ τυράννου ἀπέκτεινα, τί δʼ εἰ οἰκέτην τίμιον, οὐ μέγα ἂν ἔδοξεν καὶ τοῦτο, ἀνελθόντα ἐν μέσῃ τῇ ἀκροπόλει, ἐν μέσοις τοῖς ὅπλοις φόνον τινὸς ἐργάσασθαι τῶν τοῦ τυράννου φίλων; νῦν δὲ καὶ τὸν πεφονευμένον αὐτὸν ἰδέ. υἱὸς ἦν τυράννου, μᾶλλον δὲ τύραννος χαλεπώτερος καὶ δεσπότης ἀπαραίτητος καὶ κολαστὴς ὠμότερος καὶ ὑβριστὴς βιαιότερος, τὸ δὲ μέγιστον, κληρονόμος τῶν ὅλων καὶ διάδοχος καὶ ἐπὶ πολὺ παρατεῖναι τὰ τῆς ἡμετέρας συμφορᾶς δυνάμενος.