Tyrannicida

Lucian of Samosata

Lucian, Vol. 5. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936.

καὶ ἡ μὲν τυραννὶς ἤδη καθῄρητο, καὶ πέρας εἶχέ μοι τὸ τόλμημα, καὶ τὸ ἀπʼ ἐκείνου πάντες ἦμεν ἐλεύθεροι, ἐλείπετο δὲ γέρων ἔτι μόνος, ἄνοπλος, ἀποβεβληκὼς τοὺς φύλακας, ἀπολωλεκὼς τὸν μέγαν ἐκεῖνον ἑαυτοῦ δορυφόρον, ἔρημος, οὐδὲ γενναίας ἔτι χειρὸς ἄξιος.

ἐνταῦθα τοίνυν πρὸς ἐμαυτόν, ὦ ἄνδρες δικασταί, τὰ τοιαῦτα ἐλογιζόμην· πάντʼ ἔχει μοι καλῶς, πάντα πέπρακται, πάντα κατώρθωται. τίνα ἂν ὁ περίλοιπος κολασθείη τρόπον; ἐμοῦ μὲν γὰρ ἀνάξιός ἐστι καὶ τῆς ἐμῆς δεξιᾶς, καὶ μάλιστα ἐπʼ ἔργῳ λαμπρῷ καὶ νεανικῷ καὶ γενναίῳ ἀνῃρημένος,[*](ἀνηρημένος Γ (late hand)vulg.: ἀνηρημένῳ ΓUNZBC.) καταισχύνων κἀκείνην τὴν σφαγήν· ἄξιον δέ τινα δεῖ ζητῆσαι δήμιον, ἀλλαγὴν συμφορᾶς,[*](ἀλλαγῆν συμφορᾶς  Harmon: μὰ τὴν συμφορὰν ΓBN : ἀλλʼ ἅμα τὴν συμφορὰν Ζ : ἀλλὰ μετά τὴν συμφορὰν UC. The corruption appears to come from glossing ἀλλαγὴν as  ἄλλαγμα by writing μα over ην; in consequence of which those two letters were mistakenly admitted into the text, as often happens in the Lucianic tradition. ) μηδὲ τὴν αὐτὴν κερδαίνειν. ἰδέτω, κολασθήτω, παρακείμενον ἐχέτω τὸ ξίφος· τούτῳ τὰ λοιπὰ ἐντέλλομαι. ταῦτα βουλευσάμενος αὐτὸς μὲν ἐκποδὼν ἀπηλλαττόμην, ὁ[*](τὸ A, editors since Jacobitz, But see § 20.) δέ, ὅπερ ἐγὼ προὐμαντευσάμην, διεπράξατο καὶ ἐτυραννοκτόνησεν καὶ τέλος ἐπέθηκε τῷ ἐμῷ δράματι.

πάρειμι οὖν κομίζων ὑμῖν τὴν δημοκρατίαν καὶ θαρρεῖν ἤδη προκηρύττων ἅπασι καὶ τὴν ἐλευθερίαν εὐαγγελιζόμενος. ἤδη οὖν ἀπολαύετε τῶν ἔργων τῶν ἐμῶν. κενὴ μέν, ὡς ὁρᾶτε, πονηρῶν ἡ

v.5.p.454
ἀκρόπολις, ἐπιτάττει δὲ οὐδείς, ἀλλὰ καὶ τιμᾶν ἔξεστι καὶ δικάζειν καὶ ἀντιλέγειν κατὰ τοὺς νόμους, καὶ πάντα ταῦτα γεγένηται διʼ ἐμὲ ὑμῖν καὶ διὰ τὴν τόλμαν τὴν ἐμήν, κἀκ τοῦ ἑνὸς ἐκείνου φόνου, μεθʼ ὃν οὐκέτι ζῆν πατὴρ ἐδύνατο. ἀξιῶ δʼ οὖν ἐπὶ τούτοις τὴν ὀφειλομένην δοθῆναί μοι παρʼ ὑμῶν δωρεάν, οὐ φιλοκερδὴς οὐδὲ μικρολόγος τις ὢν οὐδὲ ἐπὶ μισθῷ τὴν πατρίδα εὐεργετεῖν προῃρημένος, ἀλλὰ βεβαιωθῆναί μοι βουλόμενος τὰ κατορθώματα τῇ δωρεᾷ καὶ μὴ διαβληθῆναι μηδὲ ἄδοξον γενέσθαι τὴν ἐπιχείρησιν τὴν ἐμὴν ὡς ἀτελῆ καὶ γέρως ἀναξίαν κεκριμένην.

οὑτοσὶ δὲ ἀντιλέγει καὶ φησὶν οὐκ εὔλογον ποιεῖν με τιμᾶσθαι θέλοντα καὶ δωρεὰν λαμβάνειν· οὐ γὰρ εἶναι τυραννοκτόνον οὐδὲ πεπρᾶχθαί μοί τι κατὰ τὸν νόμον, ἀλλʼ ἐνδεῖν τι τῷ ἔργῳ τῷ ἐμῷ πρὸς ἀπαίτησιν τῆς δωρεᾶς. πυνθάνομαι τοίνυν αὐτοῦ, τί λοιπὸν ἀπαιτεῖς παρʼ ἡμῶν; οὐκ ἠβουλήθην; οὐκ ἀνῆλθον; οὐκ ἐφόνευσα; οὐκ ἠλευθέρωσα; μή τις ἐπιτάττει; μή τις κελεύει; μή τις ἀπειλεῖ δεσπότης; μή τίς με τῶν κακούργων διέφυγεν; οὐκ ἂν εἴποις. ἀλλὰ πάντα εἰρήνης μεστὰ καὶ πάντες οἱ νόμοι καὶ ἐλευθερία σαφὴς καὶ δημοκρατία βέβαιος καὶ γάμοι ἀνύβριστοι καὶ παῖδες ἀδεεῖς καὶ παρθένοι ἀσφαλεῖς καὶ ἑορτάζουσα τὴν κοινὴν εὐτυχίαν ἡ πόλις. τίς οὖν ὁ τούτων ἁπάντων αἴτιος; τίς ὁ ἐκεῖνα μὲν παύσας, τὰ δὲ παρεσχημένος; εἰ γάρ τίς ἐστι πρὸ ἐμοῦ[*](πρὸ ἐμοῦ  Gesner: τῶν πρὸ ἐμοῦ except Z (τῶν πάντων πρὸ ἐμοῦ).) τιμᾶσθαι δίκαιος, παραχωρῶ τοῦ

v.5.p.456
γέρως, ἐξίσταμαι τῆς δωρεᾶς. εἰ δὲ μόνος ἐγὼ πάντα διεπραξάμην τολμῶν καὶ[*](καὶ not in N.) κινδυνεύων, ἀνιών, ἀναιρῶν, κολάζων, διʼ ἀλλήλων τιμωρούμενος, τί μου διαβάλλεις τὰ κατορθώματα; τί δὲ ἀχάριστον πρός με τὸν δῆμον ποιεῖς εἶναι;