De mercede
Lucian of Samosata
Lucian, Vol. 3. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
ἀγαπᾶν δʼ ὅμως ἀναγκαῖον· οὐ γὰρ οὐδʼ ἂν φυγεῖν ἔτι σοι δυνατὸν ἐντὸς ἀρκύων γενομένῳ. δέχῃ τοίνυν τὸν χαλινὸν μύσας καὶ τὰ πρῶτα εὐάγωγος εἶ πρὸς αὐτὸν οὐ πάνυ περισπῶντα οὐδὲ ὀξέως νύττοντα, μέχρι ἂν λάθῃς τέλεον αὐτῷ συνήθης γενόμενος.
οἱ μὲν δὴ ἔξω ἄνθρωποι τὸ μετὰ τοῦτο ζηλοῦσί σε ὁρῶντες ἐντὸς τῆς κιγκλίδος διατρίβοντα καὶ ἀκωλύτως εἰσιόντα καὶ τῶν πάνυ
ἠρέμα οὖν καὶ κατʼ ὀλίγον, ὥσπερ ἐν ἀμυδρῷ τῷ φωτὶ τότε πρῶτον διαβλέπων, ἄρχῃ κατανοεῖν ὡς αἱ μὲν χρυσαῖ ἐκεῖναι ἐλπίδες οὐδὲν ἀλλʼ ἢ φῦσαί τινες ἦσαν ἐπίχρυσοι, βαρεῖς δὲ καὶ ἀληθεῖς καὶ ἀπαραίτητοι καὶ συνεχεῖς οἱ πόνοι. τίνες οὗτοι; ἴσως ἐρήσῃ με· οὑχ ὁρῶ γὰρ ὅ τι τὸ ἐπίπονον ἐν ταῖς τοιαύταις συνουσίαις ἐστὶν οὐδʼ ἐπινοῶ ἅτινα ἔφησθα τὰ καματηρὰ καὶ ἀφόρητα. οὐκοῦν ἄκουσον, ὦ γενναῖε, μὴ εἰ κάματος ἔνεστιν ἐν τῷ πράγματι μόνον ἐξετάζων, ἀλλὰ καὶ τὸ αἰσχρὸν καὶ ταπεινὸν καὶ συνόλως δουλοπρεπὲς οὐκ ἐν παρέργῳ τῆς ἀκροάσεως τιθέμενος.