De mercede

Lucian of Samosata

Lucian, Vol. 3. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.

καὶ πρῶτόν γε μέμνησο μηκέτι ἐλεύθερον τὸ ἀπʼ ἐκείνου μηδὲ εὐπατρίδην σεαυτὸν οἴεσθαι. πάντα γὰρ ταῦτα, τὸ γένος, τὴν ἐλευθερίαν, τοὺς προγόνους ἔξω τοῦ ὀδοῦ καταλείψων ἴσθι ἐπειδὰν ἐπὶ τοιαύτην σαυτὸν λατρείαν ἀπεμπολήσας εἰσίῃς· οὐ γὰρ ἐθελήσει σοι ἡ Ἐλευθερία συνεισελθεῖν ἐφʼ οὕτως ἀγεννῆ πράγματα καὶ ταπεινὰ εἰσιόντι. δοῦλος οὖν, εἰ καὶ πάνυ ἀχθέσῃ τῷ ὀνόματι, καὶ οὐχ ἑνός, ἀλλὰ πολλῶν δοῦλος

v.3.p.450
ἀναγκαίως ἔσῃ καὶ θητεύσεις κάτω νενευκὼς ἕωθεν εἰς ἑσπέραν ἀεικελίῳ ἐπὶ μισθῷ. καὶ ἅτε δὴ μὴ ἐκ παίδων τῇ Δουλείᾳ συντραφείς, ὀψιμαθήσας δὲ καὶ πόρρω που τῆς ἡλικίας παιδευόμενος πρὸς αὐτῆς οὐ πάνυ εὐδόκιμος ἔσῃ οὐδὲ πολλοῦ ἄξιος τῷ δεσπότῃ· διαφθείρει γάρ σε ἡ μνήμη τῆς ἐλευθερίας ὑπιοῦσα καὶ ἀποσκιρτᾶν ἐνίοτε ποιεῖ καὶ διʼ αὐτὸ ἐν τῇ δουλείᾳ πονηρῶς ἀπαλλάττειν.

πλὴν εἰ μὴ ἀποχρῆν σοι πρὸς ἐλευθερίαν νομίζεις τὸ μὴ Πυρρίου μηδὲ Ζωπυρίωνος υἱὸν εἶναι, μηδὲ ὥσπερ τις Βιθυνὸς ὑπὸ μεγαλοφώνῳ τῷ κήρυκι ἀπημπολῆσθαι. ἀλλʼ ὁπόταν, ὦ βέλτιστε, τῆς νουμηνίας ἐπιστάσης ἀναμιχθεὶς τῷ Πυρρίᾳ καὶ τῷ Ζωπυρίωνι προτείνῃς τὴν χεῖρα ὁμοίως τοῖς ἄλλοις οἰκέταις καὶ λάβῃς ἐκεῖνο ὁτιδήποτε ἦν τὸ γιγνόμενον, τοῦτο ἡ πρᾶσίς ἐστι. κήρυκος γὰρ οὐκ ἔδει ἐπʼ ἄνδρα ἑαυτὸν ἀποκηρύξαντα καὶ μακρῷ χρόνῳ μνηστευσάμενον ἑαυτῷ τὸν δεσπότην.

εἶτʼ, ὦ κάθαρμα, φαίην ἄν, καὶ μάλιστα πρὸς τὸν φιλοσοφεῖν φάσκοντα, εἰ μέν σέ τις ἢ πλέοντα καταποντιστὴς συλλαβὼν ἢ λῃστὴς ἀπεδίδοτο, ᾤκτειρες ἂν σεαυτὸν ὡς παρὰ τὴν ἀξίαν δυστυχοῦντα, ἢ εἴ τίς σου λαβόμενος ἦγε δοῦλον εἶναι λέγων, ἐβόας ἂν τοὺς νόμους καὶ δεινὰ ἐποίεις καὶ ἠγανάκτεις καί, Ὦ γῆ καὶ θεοί, μεγάλῃ τῇ φωνῇ ἐκεκράγεις ἄν, σεαυτὸν δὲ ὀλίγων ἕνεκα ὀβολῶν ἐν τούτῳ τῆς ἡλικίας, ὅτε καὶ εἰ φύσει δοῦλος ἦσθα, καιρὸς ἦν πρὸς ἐλευθερίαν ἤδη ὁρᾶν, αὐτῇ

v.3.p.452
ἀρετῇ καὶ σοφίᾳ φέρων ἀπημπόληκας, οὐδὲ τοὺς πολλοὺς ἐκείνους λόγους αἰδεσθεὶς οὓς ὁ καλὸς Πλάτων ἢ ὁ Χρύσιππος ἢ Ἀριστοτέλης διεξεληλύθασι τὸ μὲν ἐλευθέριον ἐπαινοῦντες, τὸ δουλοπρεπὲς δὲ διαβάλλοντες; καὶ οὐκ αἰσχύνῃ κόλαξιν ἀνθρώποις καὶ ἀγοραίοις καὶ βωμολόχοις ἀντεξεταζόμενος καὶ ἐν τοσούτῳ πλήθει[*](ἀστεκῷ N: ἀστικῷ Dindorf, edd.) Ῥωμαϊκῷ μόνος ξενίζων τῷ τρίβωνι καὶ πονηρῶς τὴν Ῥωμαίων φωνὴν βαρβαρίζων, εἶτα δειπνῶν δεῖπνα θορυβώδη καὶ πολυάνθρωπα συγκλύδων τινῶν καὶ τῶν πλείστων μοχθηρῶν; καὶ ἐν αὐτοῖς ἐπαινεῖς φορτικῶς καὶ πίνεις πέρα τοῦ μετρίως ἔχοντος. ἕωθέν τε ὑπὸ κώδωνι ἐξαναστὰς ἀποσεισάμενος τοῦ ὕπνου τὸ ἥδιστον συμπεριθεῖς ἄνω καὶ κάτω ἔτι τὸν χθιζὸν ἔχων πηλὸν ἐπὶ τοῖν σκελοῖν. οὕτως ἀπορία μέν σε θέρμων ἔσχεν ἢ τῶν ἀγρίων λαχάνων, ἐπέλιπον δὲ καὶ αἱ κρῆναι ῥέουσαι τοῦ ψυχροῦ ὕδατος, ὡς ἐπὶ ταῦτά σε ὑπʼ ἀμηχανίας ἐλθεῖν; ἀλλὰ δῆλον ὡς οὐχ ὕδατος οὐδὲ θέρμων, ἀλλὰ πεμμάτων καὶ ὄψου καὶ οἴνου ἀνθοσμίου ἐπιθυμῶν ἑάλως, καθάπερ ὁ λάβραξ αὐτὸν μάλα δικαίως τὸν ὀρεγόμενον τούτων λαιμὸν διαπαρείς. παρὰ πόδας τοιγαροῦν τῆς λιχνείας ταύτης τἀπίχειρα, καὶ ὥσπερ οἱ πίθηκοι δεθεὶς κλοιῷ τὸν τράχηλον ἄλλοις μὲν γέλωτα παρέχεις, σεαυτῷ δὲ δοκεῖς τρυφᾶν, ὅτι ἔστι σοι τῶν ἰσχάδων ἀφθόνως ἐντραγεῖν. ἡ δὲ ἐλευθερία καὶ τὸ εὐγενὲς αὐτοῖς φυλέταις καὶ φράτερσι φροῦδα πάντα καὶ οὐδὲ μνήμη τις αὐτῶν.