τοῦτο μὲν δή σοι τὸ πρῶτον, ὦ ἑταῖρε, καὶ ἥδιστον ἐκεῖνο δεῖπνον, οὐκ ἔμοιγε τοῦ θύμου καὶ τῶν λευκῶν ἁλῶν ἥδιον ὁπηνίκα βούλομαι καὶ ὁπόσον ἐλευθέρως ἐσθιομένων.
ἵνα γοῦν σοι τὴν ὀξυρεγμίαν τὴν ἐπὶ τούτοις παρῶ καὶ τὸν ἐν τῇ νυκτὶ ἔμετον, ἕωθεν δεήσει περὶ τοῦ μισθοῦ συμβῆναι ὑμᾶς, ὁπόσον τε καὶ ὁπότε τοῦ ἔτους χρὴ λαμβάνειν. παρόντων οὖν ἢ[*](καὶ? Cobet excises.) δύο ἢ τριῶν φίλων προσκαλέσας σε καὶ καθίζεσθαι κελεύσας ἄρχεται λέγειν· τὰ μὲν ἡμέτερα ὁποῖά ἐστιν ἑώρακας ἤδη, καὶ ὡς τῦφος ἐν αὐτοῖς οὐδὲ εἷς, ἀτραγῴδητα δὲ καὶ πεζὰ πάντα καὶ δημοτικά, χρὴ δέ σε οὕτως ἔχειν ὡς ἁπάντων
v.3.p.444
ἡμῖν κοινῶν ἐσομένων· γελοῖον γὰρ εἰ τὸ κυριώτατον, τὴν ψυχήν σοι τὴν ἐμαυτοῦ ἢ καὶ νὴ Δία τῶν παίδων. — εἰ παῖδες εἶεν αὐτῷ παιδεύσεως δεόμενοι — ἐπιτρέπων τῶν ἄλλων μὴ ἐπʼ ἴσης ἡγοίμην δεσπότην. ἐπεὶ δὲ καὶ ὡρίσθαι τι δεῖ, — ὁρῶ μὲν τὸ μέτριον καὶ αὔταρκες τοῦ σοῦ τρόπου καὶ συνίημι ὡς οὐχὶ μισθοῦ ἐλπίδι προσελήλυθας ἡμῶν τῇ οἰκίᾳ, τῶν δὲ ἄλλων ἕνεκα, τῆς εὐνοίας τῆς παρʼ ἡμῶν καὶ τιμῆς, ἣν παρὰ πᾶσιν ἕξεις· ὅμως δʼ οὖν καὶ ὡρίσθω τι, — σὺ δʼ αὐτὸς ὅ τι καὶ βούλει λέγε, μεμνημένος, ὦ φίλτατε, κἀκείνων ἅπερ ἐν ἑορταῖς διετησίοις εἰκὸς ἡμᾶς παρέξειν· οὐ γὰρ ἀμελήσομεν οὐδὲ τῶν τοιούτων, εἰ καὶ μὴ νῦν αὐτὰ συντιθέμεθα· πολλαὶ δέ, οἶσθα, τοῦ ἔτους αἱ τοιαῦται ἀφορμαί. καὶ πρὸς ἐκεῖνα τοίνυν ἀποβλέπων μετριώτερον δῆλον ὅτι ἐπιβαλεῖς ἡμῖν τὸν μισθόν. ἄλλως τε καὶ πρέπον ἂν εἴη τοῖς πεπαιδευμένοις ὑμῖν κρείττοσιν εἶναι χρημάτων.
ὁ μὲν ταῦτα εἰπὼν καὶ ὅλον σε διασείσας ταῖς ἐλπίσι τιθασὸν ἑαυτῷ πεποίηκε, σὺ δὲ πάλαι τάλαντα καὶ μυριάδας ὀνειροπολήσας καὶ ἀγροὺς ὅλους καὶ συνοικίας συνίης μὲν ἠρέμα τῆς μικρολογίας, σαίνεις δὲ ὅμως τὴν ὑπόσχεσιν καὶ τό, πάντα ἡμῖν κοινὰ ἔσται, βέβαιον καὶ ἀληθὲς ἔσεσθαι νομίζεις, οὐκ εἰδὼς ὅτι τὰ τοιαῦτα
χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
τελευταῖον δʼ ὑπʼ αἰδοῦς αὐτῷ ἐπέτρεψας. ὁ δὲ
v.3.p.446
αὐτὸς μὲν οὔ φησιν ἐρεῖν, τῶν φίλων δέ τινα τῶν παρόντων κελεύει μέσον ἐλθόντα τοῦ πράγματος εἰπεῖν ὃ μήτʼ αὐτῷ γίγνοιτʼ ἂν βαρὺ καὶ πρὸς ἄλλα τούτων ἀναγκαιότερα δαπανῶντι μήτε τῷ ληψομένῳ εὐτελές. ὁ δὲ ὠμογέρων τις ἐκ παίδων κολακείᾳ σύντροφος, ὡς μὲν οὐκ εὐδαιμονέστατος εἶ, φησίν, τῶν ἐν τῇ πόλει ἁπάντων, ὦ οὗτος, οὐκ ἂν εἴποις, ᾧ γε τοῦτο πρῶτον ὑπῆρχεν ὃ πολλοῖς πάνυ γλιχομένοις μόλις ἂν γένοιτο παρὰ τῆς Τύχης· λέγω δὲ ὁμιλίας ἀξιωθῆναι καὶ ἑστίας κοινωνῆσαι καὶ εἰς τὴν πρώτην οἰκίαν τῶν ἐν τῇ Ῥωμαίων ἀρχῇ καταδεχθῆναι· τοῦτο γὰρ ὑπὲρ τὰ Κροίσου τάλαντα καὶ τὸν Μίδου πλοῦτον, εἰ σωφρονεῖν οἶσθα. ἰδὼν
[*](ἰδὼν Gesner: εἶδον MSS.) δὲ πολλοὺς τῶν εὐδοκίμων ἐθελήσαντας ἄν, εἰ καὶ προσδιδόναι δέοι, μόνης τῆς δόξης ἕνεκα συνεῖναι τούτῳ καὶ ὁρᾶσθαι περὶ αὐτὸν ἑταίρους καὶ φίλους εἶναι δοκοῦντας, οὐκ ἔχω ὅπως σε τῆς εὐποτμίας μακαρίσω, ὃς καὶ προσλήψῃ μισθὸν τῆς τοιαύτης εὐδαιμονίας. ἀρκεῖν οὖν νομίζω, εἰ μὴ πάνυ ἄσωτος εἶ, τοσόνδε τι· — εἰπὼν ἐλάχιστον καὶ μάλιστα πρὸς τὰς σὰς ἐκείνας ἐλπίδας.