De mercede
Lucian of Samosata
Lucian, Vol. 3. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
ἢν δέ ποτε καὶ τὰ ἄριστα πράξῃς, καὶ ἴδῃ σε καὶ προσκαλέσας ἔρηταί τι ὧν ἂν τύχῃ, τότε δὴ τότε πολὺς μὲν ὁ ἱδρώς, ἀθρόος δὲ ὁ ἴλιγγος καὶ τρόμος ἄκαιρος καὶ γέλως τῶν παρόντων ἐπὶ τῇ ἀπορίᾳ. καὶ πολλάκις ἀποκρίνασθαι δέον, τίς ἦν ὁ βασιλεὺς τῶν Ἀχαιῶν, ὅτι χίλιαι νῆες ἦσαν αὐτοῖς, λέγεις. τοῦτο οἱ μὲν χρηστοὶ αἰδῶ ἐκάλεσαν, οἱ δὲ τολμηροὶ δειλίαν, οἱ δὲ κακοήθεις ἀπαιδευσίαν. σὺ δʼ οὖν ἐπισφαλεστάτης πειραθεὶς τῆς πρώτης φιλοφροσύνης ἀπῆλθες καταδικάσας σεαυτοῦ πολλὴν τὴν ἀπόγνωσιν.
ἐπειδὰν δὲ
διαγάγῃς, οὐ μὰ Δία τῆς Ἑλένης ἕνεκα οὐδὲ τῶν Πριάμου Περγάμων, ἀλλὰ τῶν ἐλπιζομένων πέντε ὀβολῶν, τύχῃς δὲ καὶ τραγικοῦ τινος θεοῦ συνιστάντος, ἐξέτασις τοὐντεῦθεν εἰ οἶσθα τὰ μαθήματα. καὶ τῷ μὲν πλουσίῳ ἡ διατριβὴ οὐκ
- πολλὰς μὲν ἀΰπνους νύκτας ἰαύσῃς
- ἤματα δʼ αἱματόεντα
εἰκὸς δὲ πολλοὺς εἶναι τοὺς ἐναντία σοι φρονοῦντας καὶ ἄλλους ἀντὶ σοῦ τιθεμένους, ὧν ἕκαστος ὥσπερ ἐκ λόχου τοξεύων λέληθεν. εἶτʼ ἐννόησον ἄνδρα ἐν βαθεῖ πώγωνι καὶ πολιᾷ τῇ κόμῃ ἐξεταζόμενον εἴ τι οἶδεν ὠφέλιμον, καὶ τοῖς μὲν δοκοῦντα εἰδέναι, τοῖς δὲ μή.
μέσος ἐν τοσούτῳ χρόνος, καὶ πολυπραγμονεῖταί σου ἅπας ὁ παρεληλυθὼς βίος, κἂν μέν τις ἢ πολίτης ὑπὸ φθόνου ἢ γείτων ἔκ τινος εὐτελοῦς αἰτίας προσκεκρουκὼς ἀνακρινόμενος εἴπῃ μοιχὸν ἢ παιδεραστήν, τοῦτʼ ἐκεῖνο, ἐκ τῶν Διὸς δέλτων ὁ μάρτυς, ἂν δὲ πάντες ἅμα ἑξῆς ἐπαινῶσιν, ὕποπτοι καὶ ἀμφίβολοι καὶ δεδεκασμένοι. χρὴ τοίνυν πολλὰ εὐτυχῆσαι καὶ μηδὲν ὅλως ἐναντιωθῆναι· μόνως γὰρ ἂν οὕτως κρατήσειας.
Εἶεν· καὶ δὴ εὐτύχηταί σοι πάντα[*](εὐχῆς du Soul: εὐτυχὴς (—ῆς, —εῖς) MSS.) εὐχῆς μειζόνως· αὐτός τε γὰρ ἐπῄνεσε τοὺς λόγους καὶ