De mercede
Lucian of Samosata
Lucian, Vol. 3. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
κεκράτηκας οὖν, ὦ μακάριε, καὶ ἔστεψαι τὰ Ὀλύμπια, μᾶλλον δὲ Βαβυλῶνα εἴληφας ἢ τὴν Σάρδεων ἀκρόπολιν καθῄρηκας, καὶ ἕξεις τὸ τῆς Ἀμαλθείας κέρας καὶ ἀμέλξεις ὀρνίθων γάλα. δεῖ δή σοι ἀντὶ τῶν τοσούτων πόνων μέγιστα ἡλίκα γενέσθαι τἀγαθά, ἵνα μὴ φύλλινος μόνον ὁ στέφανος ᾖ, καὶ τόν τε μισθὸν οὐκ εὐκαταφρόνητον ὁρισθῆναι καὶ τοῦτον ἐν καιρῷ τῆς χρείας ἀπραγμόνως ἀποδίδοσθαι καὶ τὴν ἄλλην τιμὴν ὑπὲρ τοὺς πολλοὺς ὑπάρχειν, πόνων δὲ ἐκείνων καὶ πηλοῦ καὶ δρόμων καὶ ἀγρυπνιῶν ἀναπεπαῦσθαι, καὶ τοῦτο δὴ τὸ τῆς εὐχῆς, ἀποτείναντα τὼ πόδε καθεύδειν, μόνα ἐκεῖνα πράττοντα ὧν ἕνεκα τὴν ἀρχὴν παρελήφθης καὶ ὧν ἔμμισθος εἶ. ἐχρῆν μὲν οὕτως, ὦ Τιμόκλεις, καὶ οὐδὲν ἂν ἦν μέγα κακὸν ὑποκύψαντα φέρειν τὸν ζυγὸν ἐλαφρόν τε καὶ εὔφορον καὶ τὸ μέγιστον, ἐπίχρυσον ὄντα. ἀλλὰ πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς δεῖ· μυρία γάρ ἐστιν ἀφόρητα ἐλευθέρῳ ἀνδρὶ ἐν αὐταῖς ἤδη ταῖς συνουσίαις γιγνόμενα. σκέψαι δὲ αὐτὸς ἑξῆς[*](τὰ ἐξῆς? ἐξῆς ἕκαστα Fritzsche.) ἀκούων, εἴ τις ἂν αὐτὰ ὑπομεῖναι δύναιτο παιδείᾳ κἂν ἐπʼ ἐλάχιστον ὡμιληκώς.
ἄρξομαι δὲ ἀπὸ τοῦ πρώτου δείπνου,
εὐθὺς οὖν πρόσεισιν παραγγέλλων τις ἥκειν ἐπὶ τὸ δεῖπνον, οὐκ ἀνομίλητος οἰκέτης, ὃν χρὴ πρῶτον ἵλεων ποιήσασθαι, παραβύσαντα εἰς τὴν χεῖρα, ὡς μὴ ἀδέξιος εἶναι δοκῇς, τοὐλάχιστον πέντε δραχμάς· ὁ δὲ ἀκκισάμενος καί, ἄπαγε, παρὰ σοῦ δὲ ἐγώ; καί, Ἡράκλεις, μὴ γένοιτο, ὑπειπὼν τέλος ἐπείσθη, καὶ ἄπεισί σοι πλατὺ ἐγχανών. σὺ δὲ ἐσθῆτα καθαρὰν προχειρισάμενος καὶ σεαυτὸν ὡς κοσμιώτατα σχηματίσας λουσάμενος ἥκεις, δεδιὼς μὴ πρὸ τῶν ἄλλων ἀφίκοιο· ἀπειρόκαλον γάρ, ὥσπερ καὶ τὸ ὕστατον ἥκειν φορτικόν. αὐτὸ οὖν τηρήσας τὸ μέσον τοῦ καιροῦ εἰσελήλυθας, καί σε πάνυ ἐντίμως ἐδέξατο, καὶ παραλαβών τις κατέκλινε μικρὸν ὑπὲρ τοῦ πλουσίου μετὰ δύο που σχεδὸν τῶν παλαιῶν φίλων.