De mercede
Lucian of Samosata
Lucian, Vol. 3. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
τὰ μὲν τοίνυν πρὸς τὰς συνουσίας αὐτοὺς ἄγοντα καὶ ἀφʼ ὧν αὑτοὺς φέροντες ἐπιτρέπουσι τοῖς πλουσίοις χρῆσθαι πρὸς ὅ τι ἂν ἐθέλωσιν, ταῦτά ἐστιν ἢ ὅτι ἐγγύτατα τούτων, πλὴν εἰ μὴ κἀκείνων τις μεμνῆσθαι ἀξιώσειεν τῶν καὶ μόνῃ τῇ δόξῃ ἐπαιρομένων τοῦ συνεῖναι εὐπατρίδαις τε καὶ εὐπαρύφοις ἀνδράσιν· εἰσὶν γὰρ οἳ καὶ τοῦτο περίβλεπτον καὶ ὑπὲρ τοὺς πολλοὺς νομίζουσιν, ὡς ἔγωγε τοὐμὸν ἴδιον οὐδὲ βασιλεῖ τῷ μεγάλῳ αὐτὸ μόνον συνεῖναι καὶ συνὼν ὁρᾶσθαι μηδὲν χρηστὸν ἀπολαύων τῆς συνουσίας δεξαίμην ἄν.
τοιαύτης δὲ αὐτοῖς τῆς ὑποθέσεως οὔσης, φέρε ἤδη πρὸς ἡμᾶς αὐτοὺς ἐπισκοπήσωμεν οἷα μὲν πρὸ τοῦ εἰσδεχθῆναι καὶ τυχεῖν ὑπομένουσιν, οἷα δὲ ἐν αὐτῷ ἤδη ὄντες πάσχουσιν, ἐπὶ πᾶσι δὲ ἥτις αὐτοῖς ἡ καταστροφὴ τοῦ δράματος γίγνεται. οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἐστιν, ὡς εἰ καὶ πονηρὰ ταῦτα, εὔληπτα γοῦν καὶ οὐ πολλοῦ δεήσει τοῦ πόνου, ἀλλὰ θελῆσαι δεῖ μόνον, εἶτά σοι πέπρακται τὸ πᾶν εὐμαρῶς· ἀλλὰ πολλῆς μὲν τῆς διαδρομῆς δεῖ,[*](δεῖ ς, du Soul: not in best MSS.) συνεχοῦς δὲ τῆς θυραυλίας, ἕωθέν τε ἐξανιστάμενον περιμένειν ὠθούμενον καὶ ἀποκλειόμενον καὶ ἀναίσχυντον ἐνίοτε
ὁ δὲ οὐδὲ προσβλέπει πολλῶν ἑξῆς ἡμερῶν.