Macrobii

Lucian of Samosata

Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.

Νέστορα μὲν οὖν τὸν σοφώτατον τῶν Ἀχαιῶν ἐπὶ τρεῖς παρατεῖναι γενεὰς Ὅμηρος λέγει, ὃν συνίστησιν ἡμῖν γεγυμνασμένον ἄριστα καὶ ψυχῇ καὶ σώματι. καὶ Τειρεσίαν δὲ τὸν μάντιν ἡ τραγῳδία μέχρις ἓξ γενεῶν παρατεῖναι λέγει. πιθανὸν δʼ ἂν εἴη ἄνδρα θεοῖς ἀνακείμενον καθαρωτέρᾳ διαίτῃ χρώμενον[*](χρώμενον Madvig: χρώμενον τὸν Τειρησίαν MSS.) ἐπὶ μήκιστον βιῶναι.

καὶ γένη δὲ ὅλα μακρόβια ἱστορεῖται διὰ τὴν δίαιταν, ὥσπερ Αἰγυπτίων οἱ καλούμενοι ἱερογραμματεῖς, Ἀσσυρίων δὲ καὶ Ἀράβων οἱ ἐξηγηταὶ τῶν μύθων, Ἰνδῶν δὲ οἱ καλούμενοι Βραχμᾶνες, ἄνδρες ἀκριβῶς φιλοσοφίᾳ σχολάζοντες, καὶ οἱ καλούμενοι δὲ μάγοι, γένος τοῦτο μαντικὸν καὶ θεοῖς ἀνακείμενον παρά τε Πέρσαις καὶ Πάρθοις καὶ Βάκτροις καὶ Χωρασμίοις καὶ Ἀρείοις καὶ Σάκαις καὶ Μήδοις καὶ παρὰ πολλοῖς ἄλλοις βαρβάροις, ἐρρωμένοι τέ εἰσι καὶ πολυχρόνιοι διὰ τὸ μαγεύειν διαιτώμενοι καὶ αὐτοὶ ἀκριβέστερον.