Macrobii
Lucian of Samosata
Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
ὄναρ τι τοῦτο, λαμπρότατε Κυίντιλλε, κελευσθεὶς προσφέρω σοι δῶρον τοὺς μακροβίους, πάλαι μὲν τὸ ὄναρ ἰδὼν καὶ ἱστορήσας τοῖς φίλοις, ὅτε ἐτίθεσο τῷ δευτέρῳ σου παιδὶ τοὔνομα· συμβαλεῖν δὲ οὐκ ἔχων τίνας ὁ θεὸς κελεύει μοι προσφέρειν σοι τοὺς μακροβίους, τότε μὲν εὐξάμην τοῖς θεοῖς ἐπὶ μήκιστον ὑμᾶς βιῶναι σέ τε αὐτὸν καὶ παῖδας τοὺς σούς, τοῦτο συμφέρειν νομίζων καὶ σύμπαντι μὲν τῷ τῶν ἀνθρώπων γένει, πρὸ δὲ τῶν ἁπάντων αὐτῷ τε ἐμοὶ καὶ πᾶσι τοῖς ἐμοῖς· καὶ γὰρ κἀμοί τι ἀγαθὸν ἐδόκει προσημαίνειν ὁ θεός.
σκεπτόμενος δὲ κατʼ ἐμαυτὸν εἰς ἔννοιαν[*](ἔννοιαν Cobet: σύννοιραν MSS.) ἦλθον, εἰκὸς εἶναι τοὺς θεοὺς ἀνδρὶ περὶ παιδείαν ἔχοντι ταῦτα προστάσσοντας κελεύειν προσφέρειν σοι τῶν ἀπὸ τῆς τέχνης. ταύτην οὖν αἰσιωτάτην νομίζων τὴν τῶν σῶν γενεθλίων ἡμέραν δίδωμί σοι τοὺς ἱστορημένους εἰς μακρὸν γῆρας ἀφικέσθαι ἐν ὑγιαινούσῃ τῇ ψυχῇ καὶ ὁλοκλήρῳ τῷ σώματι. καὶ γὰρ ἂν καὶ ὄφελος γένοιτό τί σοι ἐκ τοῦ συγγράμματος διπλοῦν· τὸ μὲν εὐθυμία τις καὶ ἐλπὶς ἀγαθὴ καὶ αὐτὸν ἐπὶ μήκιστον δύνασθαι βιῶναι, τὸ δὲ διδασκαλία τις ἐκ παραδειγμάτων, εἰ ἐπιγνοίης ὅτι οἱ μάλιστα ἑαυτῶν ἐπιμέλειαν ποιησάμενοι κατά τε σῶμα