Macrobii
Lucian of Samosata
Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
ἤδη δὲ καὶ ἔθνη ὅλα μακροβιώτατα, ὥσπερ Σῆρας μὲν ἱστοροῦσι μέχρι τριακοσίων ζῆν ἐτῶν, οἱ μὲν τῷ ἀέρι, οἱ δὲ τῇ γῇ τὴν αἰτίαν τοῦ μακροῦ γήρως προστιθέντες, οἱ δὲ καὶ τῇ διαίτῃ· ὑδροποτεῖν γάρ φασι τὸ ἔθνος τοῦτο σύμπαν. καὶ Ἀθῴτας δὲ μέχρι τριάκοντα καὶ ἑκατὸν ἐτῶν βιοῦν ἱστορεῖται, καὶ τοὺς Χαλδαίους ὑπὲρ τὰ ἑκατὸν ἔτη βιοῦν λόγος, τούτους μὲν καὶ κριθίνῳ ἄρτῳ χρωμένους, ὡς ὀξυδορκίας τοῦτο φάρμακον· οἷς γέ φασι διὰ τὴν τοιαύτην δίαιταν καὶ τὰς ἄλλας αἰσθήσεις ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους ἐρρωμένας εἶναι.
ἀλλὰ ταῦτα μὲν περί τε τῶν μακροβίων γενῶν καὶ τῶν ἐθνῶν, ἅτινά φασιν ὡς ἐπὶ πλεῖστον διαγίγνεσθαι χρόνον, οἱ μὲν διὰ τὴν γῆν καὶ τὸν ἀέρα, οἱ δὲ διὰ τὴν δίαιταν, οἱ δὲ καὶ διʼ ἄμφω. ἐγὼ δʼ ἄν σοι δικαίως τὴν ἐλπίδα ῥᾳδίαν[*](ῥᾳδίαν Schwartz: ῥᾳδίως MSS.) παράσχοιμι ἱστορήσας ὅτι καὶ κατὰ πᾶσαν γῆν καὶ κατὰ πάντα ἀέρα μακρόβιοι γεγόνασιν ἄνδρες οἱ γυμνασίοις τοῖς προσήκουσιν καὶ διαίτῃ τῇ ἐπιτηδειοτάτῃ πρὸς ὑγίειαν χρώμενοι.