Ocypus

Pseudo-Lucian

Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.

  1. καὶ μὴ λέγοντας ἀτρεκῆ τῆς συμφορᾶς,
  2. ἀλλ’ εἰς ματαίαν πρόφασιν ἐξησκημένους.
  3. ἅπας γὰρ αὑτὸν βουκολεῖ ψευδοστομῶν,
  4. ὡς ἐνσεσεικὼς ἢ προκόψας ποι βάσιν
  5. λέγει φίλοισι, μὴ φράσας τὴν αἰτίαν·
  6. ὃ μὴ λέγει γάρ, ὡς δοκῶν λαθεῖν τινας,
  7. χρόνος δέ γ’ ἕρπων μηνύει, κἂν μὴ θέλῃ.
  8. καὶ τότε δαμασθείς, ὀνομάσας μου τοὔνομα,
  9. πᾶσιν θρίαμβος ἐμβεβάστακται φίλοις.
  10. Πόνος δὲ μοι συνεργός ἐστι τῶν κακῶν·
  11. ἐγὼ γὰρ οὐδέν εἰμι τούτου δίχα μόνη.
  12. τοῦτ’ οὖν δάκνει μὲ καὶ φρενῶν καθάπτεται,
  13. ὅτι τὸν ἅπασιν αἴτιον Πόνον κακῶν
  14. οὐδεὶς κακούργοις λοιδορεῖ βλασφημίαις,