Ocypus

Pseudo-Lucian

Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.

  1. ἀλλὰ κατ’ ἐμοῦ πέμπουσι δυσφήμους ἀρὰς
  2. ὡς δεσμὸν ἐλπίζοντες ἐκφυγεῖν ἐμόν.
  3. τί ταῦτα φλυαρῶ κοὺ λέγω τίνος χάριν
  4. πάρειμι μὴ φέρουσα τὴν ἐμὴν χολήν;
  5. ὁ γὰρ δόλον γενναῖος, ὁ θρασὺς Ὠκύπους
  6. φρονεῖ καθ’ ἡμῶν μηδὲν εἶναί μέ τι λέγων.
  7. ἐγὼ δ’ ὑπ’ ὀργῆς ὡς γυνὴ δεδηγμένη
  8. ἀντέδακα τοῦτον ἀθεράπευτον εὐστόχως,
  9. ὡς ἦν ἔθος μοι κονδύλου ποδὸς τυχεῖν.
  10. ἤδη δ’ ὁ δεινὸς Πόνος ἔχει λεπτὸν τόπον
  11. καὶ τὴν βάσιν νυγμοῖσι τρυπᾷ τὴν κάτω.
  12. ὁ δ’ ὡς δρόμοισιν ἢ πάλῃ πλήξας ἴχνος
  13. πλανᾷ γέροντα παιδαγωγὸν ἄθλιον.
  14. καὶ κλεψίχωλον πόδα τιθεὶς ἰχνευμένον