Ocypus
Pseudo-Lucian
Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.
- Ὠκύπους Ποδαλειρίου καὶ Ἀστασίας υἱὸς ἐγένετο, κάλλει καὶ δυνάμει διαφέρων, γυμνασίων τε καὶ κυνηγεσίων μὴ ἀμελῶν. πολλάκις δὲ θεωρῶν τοὺς ἐχομένους ὑπὸ τῆς ἀτέγκτου Ποδάγρας κατεγέλα φάσκων μηδὲν ὅλως εἶναι τὸ πάθος. ἡ θεὸς τοίνυν ἀγανακτεῖ καὶ διὰ ποδῶν εἰστρέχει. τοῦ δ’ εὐτόνως φέροντος καὶ ἀρνουμένου, ὕπτιον ὅλως τίθησιν ἡ θεός. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Θήβαις· ὁ δὲ χορὸς συνέστηκεν ἐξ ἐπιχωρίων ποδαγρῶν. συνελεγχόντων τὸν Ὠκύπουν. τὸ δὲ δρᾶμα τῶν πάνυ ἀστείων. τὰ τοῦ δράματος πρόσωπα Ποδάγρα. Ὠκύπους, Τροφεύς, Ἰατρός, Πόνος, Ἄγγελος. προλογίζει δὲ ἡ Ποδάγρα.
- Δεινὴ μὲν ἐν βροτοῖσι καὶ δυσώνυμος
- Ποδάγρα κέκλημαι, δεινὸν ἀνθρώποις πάθος,
- δεσμῶ δὲ νευρίνοισι τοὺς πόδας βρόχοις,
- ἄρθροισιν εἰσδραμοῦσα μὴ νοουμένη.
- γελῶ δὲ τοὺς πληγέντας ὑπ’ ἐμοῦ * *