Ocypus
Pseudo-Lucian
Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.
- καυχώμενος τὰ πάντα, μηδὲ ἓν σθένων.
- ὁ γὰρ πονῶν τι καὶ φίλοις ψευδὴ λέγων
- πεινῶντ’ ἔοικε μαστίχην μασωμένῳ.
- Πλανᾷς ἅπαντας, ἄλλα δ’ ἐξ ἄλλων λέγεις,
- λέγων πονεῖν μέν, ὃ δὲ πονεῖς οὔπω λέγεις.
- Πῶς οὖν φράσω σοι τοῦ πάθους τὴν συμφοράν;
- πάσχων γὰρ οὐδὲν οἶδα, πλὴν πονῶ μόνον.
- Ὅταν ἀφορμῆς δίχα πονῇ τις τὸν πόδα,
- πλάσσει τὸ λοιπὸν οὓς θέλει κενοὺς λόγους
- εἰδὼς τὸ δεινὸν ᾧ συνέζευκται κακῷ.
- καὶ νῦν μὲν ἀκμὴν εἷς . . . . .
- ἐπὰν δὲ καὶ τὸν ἕτερον ἀλγήσῃς πόδα,
- στένων δακρύσεις. ἓν δέ σοι φράσαι θέλω·
- τοῦτ’ ἔστ’ ἐχεῖνο, Κἂν θέλῃς, κἂν μὴ θέλῃς.
- Τί δ’ ἔστ’ ἐκεῖνο γ’, εἰπέ, καὶ τί κλῄζεται;
- Ἔχει μὲν ὄνομα συμφορᾶς γέμον διπλῆς.
- Οἴμοι. τί τοῦτο; λέξον, ὦ, δέομαι, γέρον.
- Ἐκ τοῦ τόπου μὲν οὗ πονεῖς ἀρχὴν ἔχει.
- Ποδὸς μὲν ἀρχὴν ὄνομ’ ἔχει, καθὼς λέγεις;
- Τούτῳ σὺ πρόσθες ἐπὶ τέλει δεινὴν ἄγραν.