Ocypus
Pseudo-Lucian
Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.
- τολμᾷς σιδηρόσπαρτον ἐπιβαλεῖν πόνον;
- μηδὲν κατειδὼς προσφέρεις κακὸν ποσί.
- ψευδεῖς γὰρ ἔκλυες ὧν ἀκήκοας λόγων.
- οὐ γὰρ πάλαισιν ἢ δρόμοισιν, ὡς λέγει,
- ἀσκῶν ἐπλήγη. τοῦτο γοῦν ἄκουέ μου.
- ἦλθεν μὲν οὖν τὸ πρῶτον ὑγιὴς ἐν δόμοις,
- φαγὼν δὲ πολλὰ καὶ πιὼν ὁ δυστυχὴς
- κλίνης ὕπερθε καταπεσὼν ὑπνοῖ μόνος·
- ἔπειτα νυκτὸς διυπνίσας ἐχραύγασεν
- ὡς δαίμονι πληγείς, καὶ φόβος πάντας λάβεν.
- ἔλεξε δ’, Οἴμοι, πόθεν ἔχω κακὴν τύχην;
- δαίμων τάχα κρατῶν τις ἐξωθεῖ ποδός.
- πρὸς ταῦτα νυκτὸς ἀνακαθήμενος μόνος
- ὁποῖα κῆρυξ ἐξεθρήνει τὸν πόδα.
- ἐπεὶ δ’ ἀλέκτωρ ἡμέραν ἐσάλπισεν,
- οὗτος προσῆλθε χεῖρα θεὶς ἐμοὶ πικρὰν
- θρηνῶν πυρέσσων ἐπ’ ἐμοὶ βάζων * * *
- ἃ πρὶν δὲ σοὶ κατεῖπε, πάντ’ ἐψεύσατο.
- τὰ δεινὰ κρύπτων τῆς νόσου μυστήρια.
- Γέρων μὲν αἰεὶ τοῖς λόγοις ὁπλίζεται