Ocypus
Pseudo-Lucian
Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.
- δεινὸς πόνος μὲ τοῦ ποδὸς δάκνει κακῶς,
- δειλὸν δὲ βῆμα κοὐχ ἁπλοῦν τιθῶ ποδί.
- Πόθεν; τί παθών; μήνυσον, ἢ ποίῳ τρόπῳ;
- μαθὼν ἀλήθειαν γὰρ ἰατρὸς ἀσφαλῶς
- κρεῖττον πρόσεισι, σφάλλεται δὲ μὴ μαθών.
- Δρόμον τιν’ ἀσκῶν καὶ τέχνην γυμναστικὴν
- δεινῶς ἐπλήγην ὑπὸ φίλων ὁμηλίκων.
- Πῶς οὖν ἀηδὴς οὐ πάρεστι φλεγμονὴ
- τόπου κατ’ αὐτοῦ κοὐκ ἔχεις τιν’ ἐμβροχήν;
- Οὐ γὰρ στέγω τὰ δεσμὰ τῶν ἐριδίων,
- εὐμορφίαν ἄχρηστον εἰς πολλοὺς καλήν.
- Τί οὖν δοκεῖ σοι; κατακνήσω σου τὸν πόδα;
- ἂν γὰρ παράσχῃς μοί σε, γιγνώσκειν σε χρή,
- ὡς ταῖς τομαῖσι πλεῖστον αἷμά σου κενῶ.
- Ποίησον εἴ τι καινὸν ἐξευρεῖν ἔχεις,
- ἵν᾿ εὐθὺ δεινὸν ἐκ ποδῶν παύσῃς πόνον.
- Ἰδού, σιδηρόχαλκον ἐπιφέρω τομήν.
- ὀξεῖαν, αἱμόδιψον, ἡμιστρόγγυλον.
- Ἔα, ἔα.
- Σῶτερ, τί ποιεῖς; μὴ τύχοις σωτηρίας.