Asinus
Pseudo-Lucian
Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 2. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.
κἀν τούτῳ ἤδη περὶ τῆς κόρης διελέγοντο πρὸς ἀλλήλους· Τί ποιοῦμεν, ἔφη τις αὐτῶν, τὴν δραπέτιν; Τί δὲ ἄλλο, εἶπεν ἕτερος, ἢ τῇ γραῒ ταύτῃ κάτω ἐπιρρίψω μὲν αὐτήν, ἀφελομένην μὲν ἡμᾶς χρήματα πολλὰ ὅσον ἐπ᾿ αὐτῇ, καὶ προδοῦσαν ἡμῖν ὅλον τὸ ἐργαστήριον; εὖ ἴστε γάρ, ὦ φίλοι, ὅτι αὕτη εἰ τῶν οἴκοι ἐδράξατο, οὐδὲ εἷς ἂν ἡμῶν ξῶν ὑπελείπετο· πάντες γὰρ ἂν ἑάλωμεν, τῶν ἐχθρῶν ἐκ παρασκευῆς ἡμῖν ἐπιπεσόντων. ὥστε ἀμυνώμεθα μὲν τὴν πολεμίαν· ἀλλὰ μὴ οὕτω ῥᾳδίως ἀποθνησκέτω πεσοῦσα ἐπὶ τοῦ λίθου, θάνατον δὲ αὐτῇ τὸν ἀλγεινότατον καὶ μακρότατον ἐξεύρωμεν καὶ ὅστις αὐτὴν χρόνῳ καὶ βασάνῳ φυλάξας ὕστερον ἀπολεῖ. εἶτα ἐζήτουν θάνατον, καί τις εἶπεν, Οἶδα ὅτι ἐπαινέσεσθε τὸ ἀρχιτεχτόνημα. τὸν ὄνον δεῖ ἀπολέσθαι ὀκνηρὸν ὄντα, νῦν δὲ καὶ χωλὸν εἶναι ψευδόμενον, καὶ μὴν καὶ τῆς φυγῆς τῆς παρθένου γενόμενον ὑπηρέτην καὶ διάκονον· τοῦτον οὖν ἕωθεν ἀποσφάξαντες ἀνατέμωμεν ἐκ τῆς γαστρὸς καὶ τὰ μὲν ἔγκατα πάντα ἔξω βάλωμεν, τὴν δὲ ἀγαθὴν ταύτην παρθένον τῷ ὄνῳ ἐγκατοικίσωμεν, τὴν μὲν κεφαλὴν ἔξω τοῦ ὄνου πρόχειρον, ὡς ἂν μὴ εὐθὺς ἀποπνιγείη, τὸ δὲ ἄλλο σῶμα πᾶν ἔνδον κρυπτόμενον, ὡς ἂν αὐτὴν κατακειμένην εὖ μάλα συρράψαντες ῥίψωμεν ἔξω ἄμφω ταῦτα τοῖς γυψί, καινῶς τοῦτο ἐσκευασμένον ἄριστον. σκοπεῖτε δέ, ὦ φίλοι, τῆς βασάνου τὸ δεινόν, πρῶτον μὲν τὸ νεκρῷ ὄνῳ συνοικεῖν, εἶτα θέρους ὥρᾳ θερμοτάτῳ ἡλίῳ ἐν κτήνει καθεψεῖσθαι καὶ λιμῷ ἀεὶ κτείνοντι ἀποθνήσκειν καὶ μηδὲ ἑαυτὴν ἀποπνῖξαι ἔχειν· τὰ μὲν γὰρ ἄλλ’ ὅσα πείσεται σηπομένου τοῦ ὄνου τῇ τε ὀδμῇ καὶ τοῖς σκώληξι πεφυρμένη ἐῶ λέγειν. τέλος
δὲ οἱ γῦπες διὰ τοῦ ὄνου παρεισιόντες εἴσω καὶ ταύτην ὡς ἐκεῖνον ἴσως καὶ ξῶσαν ἔτι διασπάσονται.πάντες ἀνεβόησαν ὡς ἐπὶ ἀγαθῷ μεγάλῳ τῷ τερατώδει τούτῳ εὑρήματι. ἐγὼ δὲ ἀνέστενον ἑαυτὸν ὡς ἂν ἀποσφαγησόμενος καὶ μηδὲ νεκρὸς εὐτυχὴς κεισόμενος, ἀλλὰ παρθένον ἀθλίαν ἐπιδεξόμενος καὶ θήκη οὐδὲν ἀδικούσης κόρης ἐσόμενος. ὄρθρος δὲ ἦν ἔτι καὶ ἐξαίφνης ἐφίσταται πλῆθος στρατιωτῶν ἐπὶ τοὺς μιαροὺς τούτους ἀφιγμένον, καὶ εὐθέως πάντας ἐδέσμουν καὶ ἐπὶ τὸν τῆς χώρας ἡγεμόνα ἀπῆγον. ἔτυχε δὲ καὶ ὁ τὴν κόρην μεμνηστευμένος σὺν αὐτοῖς ἐλθών· αὐτὸς γὰρ ἦν ὁ καὶ τὸ καταγώγιον τῶν λῃστῶν μηνύσας. παραλαβὼν οὖν τὴν παρθένον καὶ καθίσας ἐπ’ ἐμὲ οὕτως ἦγεν οἴκαδε. οἱ δὲ κωμῆται ὡς εἶδον ἡμᾶς ἔτι πόρρωθεν, ἔγνωσαν εὐτυχοῦντας, εὐαγγέλιον αὐτοῖς ἐμοῦ προογκησαμένου, καὶ προσδραμόντες ἠσπάζοντο καὶ ἦγον ἔσω.
ἡ δὲ παρθένος πολὺν λόγον εἶχεν ἐμοῦ δίκαιον ποιοῦσα τοῦ συναιχμαλώτου συναποδράσαντος καὶ τὸν κοινὸν αὐτῇ ἐκεῖνον θάνατον συγκινδυνεύσαντος. καί μοι παρὰ τῆς κεκτημένης ἄριστον παρέκειτο μέδιμνος κριθῶν καὶ χόρτος ὅσος καὶ καμήλῳ ἱκανός. ἐγὼ δὲ τότε μάλιστα κατηρώμην τὴν Παλαίστραν ὡς ὄνον με καὶ οὐ κύνα τῇ τέχνῃ μεταθεῖσαν· ἑώρων γὰρ τοὺς κύνας εἰς τοὐπτανεῖον παρεισιόντας καὶ λαφύσσοντας πολλὰ καὶ ὅσα ἐν γάμοις πλουσίων νυμφίων. ἡμέραις δὲ ὕστερον μετὰ τὸν γάμον οὐ πολλαῖς ἐπειδὴ χάριν μοι ἡ δέσποινα ἔφη ἔχειν παρὰ τῷ πατρὶ καὶ ἀμείψασθαί με ἀμοιβῇ τῇ δικαίᾳ θέλειν, ὁ πατὴρ ἐκέλευσεν ἐλεύθερον ἀφιέναι ὑπαίθριον καὶ σὺν ταῖς ἀγελαίαις ἵπποις νέμεσθαι· καὶ γὰρ ὡς ἐλεύθερος, ἔφη, ζήσεται ἐν ἡδονῇ καὶ ταῖς ἵπποις ἐπιβήσεται. καὶ αὕτη δικαιοτάτη ἀμοιβὴ ἐδόκει τότε, εἰ ἦν τὰ πράγματα ἐν ὄνῳ δικαστῇ. καλέσας οὖν τῶν ἱπποφορβῶν τινα τούτῳ με
παραδίδωσιν, ἐγὼ δὲ ἔχαιρον ὡς οὐκέτι ἀχθοφορήσων. ἐπεὶ δὲ ἥκομεν ἐς τὸν ἀγρόν, ταῖς ἵπποις μὲ ὁ νομεὺς συνέμιξε καὶ ἦγεν ἡμᾶς τὴν ἀγέλην εἰς νομόν.ἐχρῆν δὲ ἄρα κἀνταῦθα ὥσπερ Κανδαύλῃ κἀμοὶ γενέσθαι· ὁ γὰρ ἐπιστάτης τῶν ἵππων τῇ αὐτοῦ γυναικὶ Μεγαπόλῃ ἔνδον μὲ κατέλιπεν· ἡ δὲ τῇ μύλῃ με ὑπεξεύγνυεν, ὥστε ἀλεῖν αὐτῇ καὶ πυροὺς καὶ κριθὰς ὅλας. καὶ τοῦτο μὲν ἦν μέτριον κακὸν εὐχαρίστῳ ὄνῳ ἀλεῖν τοῖς ἑαυτοῦ ἐπιστάταις· ἡ δὲ βελτίστη καὶ παρὰ τῶν ἄλλων τῶν ἐν ἐκείνοις τοῖς ἀγροῖς — πολλοὶ δὲ πάνυ ἦσαν — ἄλευρα τὸν μισθὸν αἰτοῦσα ἐξεμίσθου τὸν ἐμὸν ἄθλιον τράχηλον, καὶ τὰς μὲν κριθὰς τοὐμὸν ἄριστον φρύγουσα κἀμοὶ ὥστε ἀλεῖν ἐπιβάλλουσα, μάζας ὅλας ποιοῦσα κατέπινεν· ἐμοὶ δὲ πίτυρα τὸ ἄριστον ἦν. εἰ δέ ποτε καὶ συνελάσειέ με ταῖς ἵπποις ὁ νομεύς, παιόμενός τε καὶ δακνόμενος ὑπὸ τῶν ἀρσένων ἀπωλλύμην· ἀεὶ γάρ με μοιχὸν ὑποπτεύοντες εἶναι τῶν ἵππων τῶν αὑτῶν γυναικῶν ἐδίωκον ἀμφοτέροις εἰς ἐμὲ ὑπολακτίζοντες, ὥστε φέρειν οὐκ ἠδυνάμην ζηλοτυπίαν ἱππικήν. λεπτὸς οὖν καὶ ἄμορφος ἐν οὐ πολλῷ χρόνῳ ἐγενόμην, οὔτε ἔνδον εὐφραινόμενος πρὸς τῇ μύλῃ οὔτε ὑπαίθριος νεμόμενος, ὑπὸ τῶν συννόμων πολεμούμενος.
καὶ μὴν καὶ τὰ πολλὰ εἰς τὸ ὄρος ἄνω ἐπεμπόμην καὶ ξύλα τοῖς ὤμοις ἐκόμιζον. τοῦτο δὲ ἦν τὸ κεφάλαιον τῶν ἐμῶν κακῶν· πρῶτον μὲν ὑψηλὸν ὄρος ἀναβαίνειν ἔδει, ὀρθὴν δεινῶς ὁδόν, εἶτα καὶ ἀνυπόδητος ὄρει ἐν λιθίνῳ. καί μοι συνεξέπεμπον ὀνηλάτην, παιδάριον ἀκάθαρτον. τοῦτό με καινῶς ἑκάστοτε ἀπώλλυε· πρῶτον μὲν ἔπαιέ με καὶ τρέχοντα λίαν οὐ ξύλῳ ἁπλῷ, ἀλλὰ τῷ ὄζους πυκνοὺς ἔχοντι καὶ ὀξεῖς, καὶ ἀεὶ ἔπαιεν ἐς τὸ αὐτὸ τοῦ μηροῦ, ὥστε ἀνέῳκτό μοι κατ’ ἐκεῖνο ὁ μηρὸς τῇ ῥάβδῳ· ὁ δὲ ἀεὶ τὸ τραῦμα ἔπαιεν. εἶτά μοι ἐπετίθει φορτίον ὅσον χαλεπὸν εἶναι καὶ ἐλέφαντι
ἐνεγκεῖν· καὶ ἄνωθεν ἡ κατάβασις ὀξεῖα ἦν· ὁ δὲ καὶ ἐνταῦθα ἔπαιεν. εἰ δέ μοι περιπῖπτον ἴδοι τὸ φορτίον καὶ εἰς τὸ ἕτερον ἐπικλῖνον, δέον τῶν ξύλων ἀφαιρεῖν καὶ τῷ κουφοτέρῳ προσβάλλειν καὶ τὸ ἴσον ποιεῖν, τοῦτο μὲν οὐδέποτε εἰργάσατο, λίθους δὲ μεγάλους ἐκ τοῦ ὄρους ἀναιρούμενος εἰς τὸ κουφότερον καὶ ἄνω νεῦον τοῦ φορτίου προσετίθει· καὶ κατῄειν ἄθλιος τοῖς ξύλοις ὁμοῦ καὶ λίθους ἀχρείους περιφέρων. καὶ ποταμὸς ἦν ἀέναος ἐν τῇ ὁδῷ· ὁ δὲ τῶν ὑποδημάτων φειδόμενος ὀπίσω τῶν ξύλων ἐπ’ ἐμοὶ καθίζων ἐπέρα τὸν ποταμόν.εἰ δέ ποτε οἷα κάμνων καὶ ἀχθοφορῶν καταπέσοιμι, τότε δὴ τότε τὸ δεινὸν ἀφόρητον ἦν· οὗ γὰρ ἦν καταβάντος τὴν χεῖρά μοι ἐπιδοῦναι κἀμὲ χαμόθεν ἐπεγείρειν καὶ τοῦ φορτίου ἀφελεῖν, ἄν ποτε καὶ δέοι, ὁ δὲ οὔτε κατῆλθεν οὔτε χεῖρά μοι ἐπέδωκεν, ἀλλ’ ἄνωθεν ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤτων ἀρξάμενος συνέκοπτέ με τῷ ξύλῳ, ἕως ἐπεγείρωσί με αἱ πληγαί. καὶ μὴν καὶ ἄλλο κακὸν εἰς ἐμὲ ἀφόρητον ἔπαιζε· συνενεγκὼν ἀκανθῶν ὀξυτάτων φορτίον καὶ τοῦτο δεσμῷ περισφίγξας ἀπεκρέμα ὄπισθεν ἐκ τῆς οὐρᾶς, αἱ δὲ οἷον εἰκὸς ἀπιόντος τὴν ὁδὸν ἀποκρεμάμεναι προσέπιπτόν μοι καὶ πάντα μοι τὰ ὄπισθεν νύττουσαι ἐτίτρωσκον· καὶ ἦν μοι τὸ ἀμύνειν ἀδύνατον, τῶν τιτρωσκόντων ἀεί μοι ἑπομένων κἀμοῦ ἠρτημένων. εἰ μὲν γὰρ ἀτρέμα προΐοιμι φυλαττόμενος τῶν ἀκανθῶν τὴν προσβολήν, ὑπὸ τῶν ξύλων ἀπωλλύμην, εἰ δὲ φεύγοιμι τὸ ξύλον, τότ᾿ ἤδη τὸ δεινὸν ὄπισθεν ὀξὺ προσέπιπτε. καὶ ὅλως ἔργον ἦν τῷ ὀνηλάτῃ τῷ ἐμῷ ἀποκτενεῖν με.
ἐπεὶ δέ ποτε ἅπαξ κακὰ πάσχων πολλὰ οὐκέτι φέρων πρὸς αὐτὸν λὰξ ἐκίνησα, εἶχεν ἀεὶ τοῦτο τὸ λὰξ ἐν μνήμῃ. καί ποτε κελεύεται στυππεῖον ἐξ ἑτέρου χωρίου εἰς ἕτερον χωρίον μετενεγκεῖν· κομίσας οὖν με καὶ τὸ στυππεῖον τὸ πολὺ συνενεγκὼν κατέδησεν ἐπ’ ἐμὲ καὶ
δεσμῷ ἀργαλέῳ εὖ μάλα προσέδησέ με τῷ φορτίῳ κακὸν ἐμοὶ μέγα τυρεύων. ἐπεὶ δὲ προϊέναι λοιπὸν ἔδει, ἐκ τῆς ἑστίας κλέψας δαλὸν ἔτι θερμόν, ἐπειδὴ πόρρω τῆς αὐλῆς ἐγενόμεθα, τὸν δαλὸν ἐνέκρυψεν εἰς τὸ στυππεῖον. τὸ δὲ — τί γὰρ ἄλλο ἐδύνατο; — εὐθὺς ἀνάπτεται, καὶ λοιπὸν οὐδὲν ἔφερον ἄλλο ἢ πῦρ ἄπλετον. μαθὼν οὖν ὡς αὐτίκα ὀπτήσομαι, ἐν τῇ ὁδῷ τέλματι βαθεῖ ἐντυχὼν ῥίπτω ἐμαυτὸν τοῦ τέλματος ἐς τὸ ὑγρότατον· εἶτα ἐκύλιον ἐνταῦθα τὸ στυππεῖον καὶ δινῶν καὶ στρέφων ἐμαυτὸν τῷ πηλῷ κατέσβεσα τὸ θερμὸν ἐκεῖνο καὶ πικρὸν ἐμοὶ φορτίον, καὶ οὕτω λοιπὸν ἀκινδυνότερον ἐβάδιζον τὴς ὁδοῦ τὸ ἐπίλοιπον. οὐδὲ γὰρ ἔτι με ἀνάψαι τῷ παιδὶ δυνατὸν ἦν τοῦ στυππείου πηλῷ ὑγρῷ πεφυρμένου. καὶ τοῦτό γε ὁ τολμηρὸς παῖς ἐλθὼν ἐμοῦ κατεψεύσατο, εἰπὼν ὡς παριὼν ἑκὼν ἑαυτὸν ἐνσείσαιμι τῇ ἑστίᾳ. καὶ τότε μὲν ἐκ τοῦ στυππείου μηδὲ ἐλπίζων ὑπεξῆλθον.ἀλλ’ ἕτερον ὁ ἀκάθαρτος παῖς ἐξεῦρεν ἐπ᾿ ἐμὲ μακρῷ κάκιον· κομίσας γάρ με ἐς τὸ ὄρος καί μοι φορτίον ἁδρὸν ἐπιθεὶς ἐκ τῶν ξύλων, τοῦτο μὲν πιπράσκει γεωργῷ πλησίον οἰκοῦντι, ἐμὲ δὲ γυμνὸν καὶ ἄξυλον κομίσας οἴκαδε καταψεύδεταί μου πρὸς τὸν αὑτοῦ δεσπότην ἔργον ἀνόσιον· Τοῦτον, δέσποτα, τὸν ὄνον οὐκ οἷδ’ ὅ τι βόσκομεν δεινῶς ἀργὸν ὄντα καὶ βραδύν. ἀλλὰ μὴν νῦν ἐπιτηδεύει καὶ ἄλλο ἔργον· ἐπὰν γυναῖκα ἢ παρθένον καλὴν καὶ ὡραίαν ἴδῃ ἢ παῖδα, ἀπολακτίσας ἵεται δρόμῳ ἐπ’ αὐτούς, ὡς εἴ τις ἐρᾷ ἄνθρωπος ἄρρην ἐπὶ ἐρωμένῃ γυναικὶ κινούμενος, καὶ δάκνει ἐν φιλήματος σχήματι καὶ πλησιάζειν βιάξεται, ἐκ δὲ τούτου σοι δίκας καὶ πράγματα παρέξει, πάντων ὑβριζομένων, πάντων ἀνατρεπομένων. καὶ γὰρ νῦν ξύλα κομίζων γυναῖκα εἰς ἀγρὸν ἀπιοῦσαν ἰδὼν τὰ μὲν ξύλα πάντα χαμαὶ ἐσκόρπισεν ἀποσεισάμενος, τὴν δὲ γυναῖκα ἐς τὴν ὁδὸν ἀνατρέψας γαμεῖν ἐβούλετο,
ἕως ἄλλος ἄλλοθεν ἐκδραμόντες ἠμύναμεν τῇ γυναικὶ ἐς τὸ μὴ διασπασθῆναι ὑπὸ τοῦ καλοῦ τούτου ἐραστοῦ.ὁ δὲ ταῦτα πυθόμενος, Ἀλλ’ εἰ μήτε βαδίζειν, ἔφη, ἐθέλει μήτε φορτηγεῖν καὶ ἔρωτας ἀνθρωπίνους ἐρᾷ ἐπὶ γυναῖκας καὶ παῖδας οἰστρούμενος, ἀποσφάξατε αὐτόν, καὶ τὰ μὲν ἔγκατα τοῖς κυσὶ δότε, τὰ δὲ κρέα τοῖς ἐργάταις φυλάξατε· καὶ ἢν ἔρηται, πῶς οὗτος ἀπέθανε, λύκου τοῦτο καταψεύσασθε. ὁ μὲν οὖν ἀκάθαρτος παῖς ὁ ἐμὸς ὀνηλάτης ἔχαιρε καί με αὐτίκα ἤθελεν ἀποσφάττειν. ἀλλ’ ἔτυχε γάρ τις παρὼν τότε τῶν γειτόνων γεωργῶν· οὗτος ἐρρύσατό μὲ ἐκ τοῦ θανάτου δεινὰ ἐπ’ ἐμοὶ βουλευσάμενος. Μηδαμῶς, ἔφη, ἀποσφάξῃς ὄνον καὶ ἀλεῖν καὶ ἀχθοφορεῖν δυνάμενον· καὶ οὐ μέγα. ἐπειδὴ γὰρ εἰς ἀνθρώπους ἔρῳ καὶ οἴστρῳ φέρεται, λαβὼν αὐτὸν ἔκτεμε· τῆς γὰρ ἐπαφροδίτου ταύτης ὁρμῆς ἀφαιρεθεὶς ἥμερός τε εὐθὺς καὶ πίων ἔσται καὶ οἴσει φορτίον μέγα οὐδὲν ἀχθόμενος. εἰ δὲ αὐτὸς ἀπείρως ἔχεις ταύτης τῆς ἰατρείας, ἀφίξομαι δεῦρο μεταξὺ τριῶν ἢ τεττάρων ἡμερῶν καί σοι τοῦτον σωφρονέστερον προβατίου παρέξω τῇ τομῇ. οἱ μὲν οὖν ἔνδον ἅπαντες ἐπῄνουν τὸν σύμβουλον, ὡς εὖ λέγει, ἐγὼ δὲ ἤδη ἐδάκρυον ὡς ἀπολέσων αὐτίκα τὸν ἐν τῷ ὄνῳ ἄνδρα καὶ ζῆν οὐκέτι ἐθέλειν ἔφην, εἰ γενοίμην εὐνοῦχος· ὥστε καὶ ὅλως ἀποσιτῆσαι τοῦ λοιποῦ ἐγνώκειν ἢ ῥῖψαι ἑαυτὸν ἐκ τοῦ ὄρους, ἔνθα ἐκπεσὼν θανάτῳ οἰκτίστῳ ὁλόκληρος ἔτι καὶ ἀκέραιος νεκρὸς τεθνήξομαι.
ἐπεὶ δὲ ἦν νὺξ βαθεῖα, ἄγγελός τις ἀπὸ τῆς κώμης ἧκεν εἰς τὸν ἀγρὸν καὶ τὴν ἔπαυλιν, ταύτην λέγων τὴν νεόνυμφον κόρην τὴν ὑπὸ τοῖς λῃσταῖς γενομένην καὶ τὸν ταύτης νυμφίον, περὶ δείλην ὀψίαν ἀμφοτέρους αὐτοὺς ἐν τῷ αἰγιαλῷ περιπατοῦντας, ἐπιπολάσασαν ἄφνω τὴν θάλασσαν ἁρπάξαι αὐτοὺς καὶ ἀφανεῖς ποιῆσαι, καὶ τέλος αὐτοῖς τοῦτο τῆς συμφορᾶς καὶ θανάτου γενέσθαι.
οἱ δὲ οἷα δὴ κεκενωμένης τῆς οἰκίας νέων δεσποτῶν ἔγνωσαν μηκέτι μένειν ἐν τῇ δουλείᾳ, ἀλλὰ πάντα διαρπάσαντες τὰ ἔνδον φυγῇ ἐσώζοντο. ὁ δὲ νομεὺς τῶν ἵππων κἀμὲ παραλαβὼν καὶ πάνθ’ ὅσα δυνατὸς συλλαβὼν ἐπικατέδησέ μοι καὶ ταῖς ἵπποις * * * *, ἐγὼ δὲ ἠχθόμην μὲν φέρων φορτίον ὄνου ἀληθινοῦ, ἀλλ’ οὖν ἄσμενος τὸ ἐμπόδιον τοῦτο τῆς ἐμῆς ἐδεξάμην ἐχτομῆς. καὶ τὴν νύκτα ὅλην ἐλθόντες ὁδὸν ἀργαλέαν καὶ τριῶν ἄλλων ἡμερῶν τὴν ὁδὸν ἀνύσαντες ἐρχόμεθα ἐς πόλιν τῆς Μακεδονίας Βέροιαν μεγάλην καὶ πολυάνθρωπον.ἐνταῦθα ἔγνωσαν οἱ ἄγοντες ἡμᾶς ἱδρῦσαι καὶ ἑαυτούς. καὶ τότε δὴ πρᾶσις ἦν ἡμῶν τῶν κτηνῶν καὶ κῆρυξ εὔφημος ἐν ἀγορᾷ μέσῃ ἑστὼς ἐκήρυττεν. οἱ δὲ προσιόντες ἰδεῖν ἤθελον τὰ στόματα ἡμῶν ἀνοίγοντες καὶ τὴν ἡλικίαν ἐν τοῖς ὀδοῦσιν ἑκάστου ἔβλεπον, καὶ τοὺς μὲν ὠνήσαντο ἄλλος ἄλλον, ἐμὲ δὲ ὕστατον ὑπολελειμμένον ὁ κῆρυξ ἐκέλευεν αὖθις ἐπανάγειν ἐς οἶκον. Ὁρᾷς, ἔφη, οὗτος μόνος οὐχ εὕρηκε κύριον. ἡ δὲ πολλὰ πολλάκις δινονμένη καὶ μεταπίπτουσα Νέμεσις ἤγαγε κἀμοὶ τὸν δεσπότην, οἷον οὐκ ἂν εὐξαίμην· κίναιδος γὰρ καὶ γέρων ἦν τούτων εἷς τῶν τὴν θεὸν τὴν Συρίαν εἰς τὰς κώμας καὶ τοὺς ἀγροὺς περιφερόντων καὶ τὴν θεὸν ἐπαιτεῖν ἀναγκαζόντων. τούτῳ πιπράσκομαι πολλῆς πάνυ τιμῆς, τριάκοντα δραχμῶν· καὶ στένων ἤδη τῷ δεσπότῃ εἱπόμην ἄγοντι.
ἐπεὶ δὲ ἥκομεν ἔνθα ᾤκει Φίληβος — τοῦτο γὰρ εἶχεν ὄνομα ὁ ὠνησάμενός με — μέγα εὐθὺς πρὸ τῆς θύρας ἀνέκραγεν, Ὦ, κοράσια, δοῦλον ὑμῖν ἐώνημαι καλὸν καὶ ἁδρὸν καὶ Καππαδόκην τὸ γένος. ἦσαν δὲ τὰ κοράσια ταῦτα ὄχλος κιναίδων συνεργῶν τοῦ Φιλήβου, καὶ πάντες πρὸς τὴν βοὴν ἀνεκρότησαν· ᾤοντο γὰρ ἀληθῶς ἄνθρωπον εἷναι τὸν ἐωνημένον. ὡς δὲ εἶδον ὄνον ὄντα τὸν δοῦλον, ἤδη ταῦτα ἐς τὸν Φίληβον ἔσκωπτον, Τοῦτον οὐ δοῦλον, ἀλλὰ
νυμφίον σαυτῇ πόθεν ἄγεις λαβοῦσα; ὄναιο δὲ τούτων τῶν καλῶν γάμων καὶ τέκοις ταχέως ἡμῖν πώλους τοιούτους.καὶ οἱ μὲν ἐγέλων. τῇ δὲ ὑστεραίᾳ συνετάττοντο ἐπ’ ἔργον, ὥσπερ αὐτοὶ ἔλεγον, καὶ τὴν θεὸν ἐνσκευασάμενοι ἐμοὶ ἐπέθηκαν. εἶτα ἐκ τῆς πόλεως ἐξηλαύνομεν καὶ τὴν χώραν περιῄειμεν. ἐπὰν δ’ εἰς κώμην τινὰ εἰσέλθοιμεν, ἐγὼ μὲν ὁ θεοφόρητος ἵστάμην, ὁ δὲ αὐλητὴς ἐφύσα ὅμιλος ἔνθεον, οἱ δὲ τὰς μίτρας ἀπορρίψαντες τὴν κεφαλὴν κάτωθεν ἐκ τοῦ αὐχένος εἱλίσσοντες τοῖς ξίφεσιν ἐτέμνοντο τοὺς πήχεις καὶ τὴν γλῶτταν τῶν ὀδόντων ὑπερβάλλων ἕκαστος ἔτεμνε καὶ ταύτην, ὥστε ἐν ἀκαρεῖ πάντα πεπλῆσθαι μαλακοῦ αἵματος. ἐγὼ δὲ ταῦτα ὁρῶν τὰ πρῶτα ἔτρεμον ἑστώς, μή ποτε χρεία τῇ θεῷ καὶ ὀνείου αἵματος γένοιτο. ἐπειδὰν δὲ κατακόψειαν οὕτως ἑαυτούς, ἐκ τῶν περιεστηκότων θεατῶν συνέλεγον ὀβολοὺς καὶ δραχμάς· ἄλλος ἰσχάδας καὶ τυροὺς καὶ οἴνου κάδον ἐπέδωκε καὶ πυροῦ μέδιμνον καὶ κριθῶν τῷ ὄνῳ. οἱ δὲ ἐκ τούτων ἐτρέφοντο καὶ τὴν ἐπ’ ἐμοὶ κομιζομένην θεὸν ἐθεράπευον.
καί ποτε εἰς κώμην τινὰ αὐτῶν εἰσβαλόντων ἡμῶν νεανίσκον τῶν κωμητῶν μέγαν ἀγρεύσαντες εἰσάγουσιν εἴσω ἔνθα καταλύοντες ἔτυχον. ἔπειτα ἔπασχον ἐκ τοῦ κωμήτου ὅσα συνήθη καὶ φίλια τοιούτοις ἀνοσίοις κιναίδοις ἦν. ἐγὼ δὲ ὑπεραλγήσας ἐπὶ τῇ ἐμαυτοῦ μεταβολῇ, Καὶ μέχρι νῦν ἀνέχομαι κακῶν, ἀναβοῆσαι, ὦ Ζεῦ σχέτλιε, ἠθέλησα, ἀλλ’ ἡ μὲν φωνὴ οὐκ ἀνέβη μοι ἡ ἐμή, ἀλλ’ ἡ τοῦ ὄνου ἐκ τοῦ φάρυγγος, καὶ μέγα ὠγκησάμην. τῶν δὲ κωμητῶν τινες ἔτυχον τότε ὄνον ἀπολωλεκότες, καὶ τὸν ἀπολωλότα ζητοῦντες ἀκούσαντές μου μέγα ἀναβοήσαντος παρέρχονται εἴσω οὐδενὶ οὐδὲν εἰπόντες ὡς ἐμοῦ τοῦ ἐκείνων ὄντος, καὶ καταλαμβάνουσι τοὺς κιναίδους ἄρρητα ἔνδον ἐργαζομένους· καὶ γέλως ἐκ τῶν ἐπεισελθόντων πολὺς γίνεται. ἔξω ἐκδραμόντες
ὅλῃ τῇ κώμῃ τῷ λογῷ διέδωκαν τῶν ἱερέων τὴν ἀσελγειαν. οἱ δὲ αἰδούμενοι δεινῶς ταῦτα ἐληλεγμένα τῆς ἐπιούσης νυκτὸς ἔνθεν ἐξήλασαν, καὶ ἐπειδὴ ἐγένοντο ἐν τῇ ἐρήμῳ τῆς ὁδοῦ ἐχαλέπαινον καὶ ὠργίζοντο ἐμοὶ τῷ μηνύσαντι τὰ ἐκείνων μυστήρια. καὶ τοῦτο μὲν ἀνεκτὸν τὸ δεινὸν ἦν, κακῶς τῷ λόγῳ ἀκούειν, ἀλλὰ τὰ μετὰ τοῦτο οὐκέτ’ ἀνεκτά· τὴν γὰρ θεὸν ἀφελόντες μου καὶ χαμαὶ καταθέμενοι καὶ τὰ στρώματά μου πάντα περισπάσαντες γυμνὸν ἤδη προσδέουσί με δένδρῳ μεγάλῳ, εἶτα ἐκείνῃ τῇ ἐκ τῶν ἀστραγάλων μάστιγι παίοντες ὀλίγον ἐδέησαν ἀποκτεῖναι, κελεύοντές μὲ τοῦ λοιποῦ ἄφωνον εἶναι θεοφόρητον. καὶ μὴν καὶ ἀποσφάξαι μετὰ τὰς μάστιγας ἐβουλεύσαντο ὡς ἐς ὕβριν αὐτοὺς βαλόντα πολλὴν καὶ τῆς κώμης οὐκ ἐργασαμένους ἐκβαλόντα· ἀλλ’ ὥστε μὲ μὴ ἀποκτεῖναι, δεινῶς αὐτοὺς ἡ θεὸς ἐδυσώπησε χαμαὶ καθημένη καὶ οὐχ ἔχουσα ὅπως ὁδεύοι.ἐντεῦθεν οὖν μετὰ τὰς μάστιγας λαβὼν τὴν δέσποιναν ἐβάδιζον καὶ πρὸς ἑσπέραν ἤδη καταλύομεν εἰς ἀγρὸν πλουτοῦντος ἀνθρώπου· καὶ ἦν οὗτος ἔνδον καὶ τὴν θεὸν μάλα ἄσμενος τῇ οἰκίᾳ ὑπεδέξατο καὶ θυσίας αὐτῇ προσήγαγεν. ἐνθάδε οἶδα μέγαν κίνδυνον αὐτὸς ὑποστάς· τῶν φίλων γάρ τις τῷ δεσπότῃ τῶν ἀγρῶν ἔπεμψε δῶρον ὄνου ἀγρίου μηρόν· τοῦτον ὁ μάγειρος σχευάσαι λαβὼν ῥᾳθυμίᾳ ἀπώλεσε, κυνῶν πολλῶν λαθραίως εἴσω παρελθόντων· ὃς δεδιὼς πληγὰς πολλὰς καὶ βάσανον ἐκ τῆς ἀπωλείας τοῦ μηροῦ ἔγνω κρεμάσαι ἑαυτὸν ἐκ τοῦ τραχήλου. ἡ δὲ γυνὴ ἡ τούτου, κακὸν ἐξαίσιον ἐμόν, Ἀλλὰ μήτε ἀπόθνησκε, εἶπεν, ὦ φίλτατε, μήτε ἀθυμίᾳ τοιαύτῃ δῷς σεαυτόν· πειθόμενος γάρ μοι πράξεις εὖ πάντα. τῶν κιναίδων τὸν ὄνον λαβὼν ἔξω εἰς ἔρημον χωρίον κἄπειτα σφάξας αὐτὸν τὸ μέρος μὲν ἐκεῖνο τὸν μηρὸν ἀποτεμὼν κόμιζε δεῦρο καὶ κατασκευάσας τῷ
δεσπότῃ ἀπόδος καὶ τὸ ἄλλο τοῦ ὄνου κάτω που ἐς κρημνὸν ἄφες· δόξει γὰρ ἀποδρὰς οἴχεσθαί ποι καὶ εἶναι ἀφανής. ὁρᾷς δὲ ὡς ἔστιν εὔσαρκος καὶ τοῦ ἀγρίου ἐκείνου πάντα ἀμείνων; ὁ δὲ μάγειρος τῆς γυναικὸς ἐπαινέσας τὸ βούλευμα, Ἄριστα, ἔφη, σοι, γύναι, ταῦτα, καὶ τούτῳ μόνῳ τῷ ἔργῳ τὰς μάστιγας φυγεῖν ἔχω, καὶ τοῦτό μοι ἤδη πεπράξεται. ὁ μὲν οὖν ἀνόσιος οὗτος οὑμὸς μάγειρος ἐμοῦ πλησίον ἑστὼς τῇ γυναικὶ ταῦτα συνεβουλεύετο.ἐγὼ δὲ τὸ μέλλον ἤδη προορώμενος κράτιστον ἔγνων τὸ σώζειν ἐμαυτὸν ἐκ τῆς κοπίδος καὶ ῥήξας τὸν ἱμάντα. ᾧ διηγόμην, καὶ ἀνασκιρτήσας ἵεμαι δρόμῳ εἴσω ἔνθα ἐδείπνουν οἱ κίναιδοι σὺν τῷ δεσπότῃ τῶν ἀγρῶν. ἐνταῦθα εἰσδραμὼν ἀνατρέπω πάντα τῷ σκιρτήματι καὶ λυχνίαν καὶ τραπέζας· κἀγὼ μὲν ᾤμην κομψόν τι τοῦτο πρὸς σωτηρίαν ἐμὴν εὑρηκέναι, καὶ τὸν δεσπότην τῶν ἀγρῶν κελεύειν εὐθέως ὡς ἀγέρωχον ὄνον ἐμὲ κατακλεισθέντα ποι φυλάττεσθαι ἀσφαλῶς· ἀλλά με τοῦτο τὸ κομψὸν εἰς ἔσχατον ἤνεγκε κινδύνου. λυττᾶν δόξαντές μὲ ξίφη πολλὰ ἤδη καὶ λόγχας ἐπ᾿ ἐμὲ ἐσπάσαντο καὶ ξύλα μακρά, καὶ εἶχον οὕτως ὥστε ἀποκτενεῖν με. ἐγὼ δὲ ὁρῶν τοῦ δεινοῦ τὸ μέγεθος δρόμῳ εἴσω παρέρχομαι ἔνθα οἱ ἐμοὶ δεσπόται κοιμηθήσεσθαι ἔμελλον. οἱ δὲ θεασάμενοι τοῦτο συγκλείουσι τὰς θύρας εὖ μάλα ἔξωθεν.