Asinus

Pseudo-Lucian

Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 2. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.

ἡ δὲ ἀποδυσαμένη τὴν ἐσθῆτα καὶ στᾶσα ὅλη γυμνὴ ἔνθεν ἤρξατο ἐπιτάττειν, Ὦ, μειράκιον, ἔκδυσαι καὶ ἀλειψάμενος ἔνθεν ἐκ τοῦ μύρου συμπλέκου τῷ ἀνταγωνιστῇ· δύο μηρῶν σπάσας κλῖνον ὑπτίαν, ἔπειτα ἀνώτερος ὑποβαλὼν διὰ μηρῶν καὶ διαστείλας αἰώρει καὶ τεῖνε ἄνω τὰ σκέλη, καὶ χαλάσας καὶ στήσας κολλῶ αὐτῷ καὶ παρεισελθὼν βάλε καὶ πρώσας νύσσε ἤδη πανταχοῦ ἕως πονέσῃ, καὶ ἡ ὀσφὺς ἰσχυέτω, εἶτα ἐξελκύσας κατὰ πλάτος διὰ βουβῶνος δῆξον, καὶ πάλιν συνώθει εἰς τὸν τοῖχον, εἶτα τύπτε· ἐπειδὰν δὲ χάλασμα ἴδῃς, τότ’ ἤδη ἐπιβὰς ἅμμα κατ’ ἰξύος δήσας σύνεχε, καὶ

πειρῶ μὴ σπεύδειν, ἀλλ’ ὀλίγον διακαρτερήσας σύντρεχε. ἤδη ἀπολέλυσαι.

κἀγὼ ἐπειδὴ ῥᾳδίως πάντα ὑπήκουσα καὶ εἰς τέλος ἡμῖν ἔληξε τὰ παλαίσματα, λέγω πρὸς τὴν Παλαίστραν ἅμα ἐπιγελάσας, Ὦ διδάσκαλε, ὁρᾷς μὲν ὅπως εὐχερῶς καὶ εὐηκόως πεπάλαισταί μοι, σκόπει δέ, μὴ οὐκ ἐν κόσμῳ τὰ παλαίσματα ὑποβάλλῃς· ἄλλα γὰρ ἐξ ἄλλων ἐπιτάττεις. ἡ δὲ ἐπὶ κόρρης πλήξασά με, Ὡς φλύαρον, ἔφη, παρέλαβον τὸν μαθητήν. σκόπει οὖν μὴ πληγὰς ἔτι πλείους λάβῃς ἄλλα καὶ οὐ τὰ ἐπιταττόμενα παλαίων. καὶ ταῦτα εἰποῦσα ἐπανίσταται καὶ θεραπεύσασα ἑαυτήν, Νῦν, ἔφη, δείξεις, εἴπερ νέος εἶ καὶ εὔτονος παλαιστὴς καὶ εἰ ἐπίστασαι παλαίειν καὶ ποιεῖν τὰ ἀπὸ γονατίου. καὶ πεσοῦσα ἐπὶ τοῦ λέχους ἐς γόνυ, Ἄγε δὴ σὺ ὁ παλαιστής, ἔχεις τὰ μέσα, ὥστε τινάξας ὀξεῖαν ἐπίπρωσον καὶ βάθυνον. ψιλὸν ὁρᾷς αὐτοῦ παρακείμενον, τούτῳ χρῆσαι· πρῶτον δὲ κατὰ λόγον, ὡς ἅμμα σφίγγε, εἶτα ἀνακλάσας ἔμβαλλε καὶ σύνεχε καὶ μὴ δίδου διάστημα. ἐὰν δὲ χαλᾶται, θᾶττον ἐπάρας ἀνώτερον μετάθες καὶ κρούσας κῦψον καὶ σκόπει ὅπως μὴ ἀνασπάσῃς θᾶττον ἢ κελευσθῇς, ἀλλὰ δὴ κυρτώσας πολὺ αὐτὸν ὕφελκε, καὶ ὑποβαλὼν κάτω αὖθις τὴν παρεμβολὴν σύνεχε καὶ κινοῦ, εἶτα ἄφες αὐτόν· πέπτωκε γὰρ καὶ λέλυται καὶ ὕδωρ ὅλος ἔστι σοι ὁ ἀνταγωνιστής. ἐγὼ δὲ ἤδη μέγα ἀναγελῶν, Ἐθέλω, ἔφην, καὶ αὐτός, ὦ διδάσκαλε, παλαίσματα ὀλίγ’ ἄττα ἐπιτάξαι, σὺ δὲ ὑπάκουσον ἐπαναστᾶσα καὶ κάθισον, εἶτα δοῦσα κατὰ χειρὸς πάραψαι τὸ λοιπὸν καὶ καταμάττου, καί μὲ πρὸς τοῦ Ἡρακλέους περιλαβοῦσα ἤδη κοίμισον.

Ἐν τοιαύταις ἡδοναῖς καὶ παιδιαῖς παλαισμάτων ἀγωνιζόμενοι νυκτερινοὺς ἀγῶνας ἐστεφανούμεθα, καὶ ἦν πολλὴ μὲν ἐν τούτῳ τρυφή· ὥστε τῆς εἰς τὴν Λάρισσαν ὁδοῦ παντάπασιν ἐπιλελήσμην. καί ποτὲ ἐπὶ νοῦν

μοι ἦλθε τὸ μαθεῖν ὧν ἕνεκα ἤθλουν, καὶ φημὶ προς αὐτήν, Ὦ φιλτάτη, δεῖξόν μοι μαγγανεύουσαν ἢ μεταμορφουμένην τὴν δέσποιναν· πάλαι γὰρ τῆς παραδόξου ταύτης θέας ἐπιθυμῶ. μᾶλλον δ’ εἴ τι σὺ οἶδας, αὐτὴ μαγγάνευσον, ὥστε φανῆναί μοι ἄλλην ἐξ ἄλλης ὄψιν. οἶμαι δὲ καὶ σὲ οὐκ ἀπείρως τῆσδε τῆς τέχνης ἔχειν· τοῦτο δὲ οὐ παρ’ ἑτέρου μαθών, ἀλλὰ παρὰ τῆς ἐμαυτοῦ ψυχῆς λαβὼν οἶδα, ἐπεί με τὸν πάλαι ἀδαμάντινον, ὡς ἔλεγον αἱ γυναῖκες, ἐς μηδεμίαν γυναῖκα τὰ ὄμματα ταῦτα ἐρωτικῶς ποτε ἐκτείναντα συλλαβοῦσα τῇ τέχνῃ ταύτῃ αἰχμάλωτον ἔχεις ἐρωτικῷ πολέμῳ ψυχαγωγοῦσα. ἡ δὲ Παλαίστρα, Παῦσαι, φησί, προσπαίζων. τίς γὰρ ᾠδὴ δύναται μαγεῦσαι τὸν ἔρωτα, ὄντα τῆς τέχνης κύριον; ἐγὼ δέ, ὦ φίλτατε, τούτων μὲν οἶδα οὐδὲν μὰ τὴν κεφαλὴν τὴν σὴν καὶ τήνδε τὴν μακαρίαν εὐνήν· οὐδὲ γὰρ γράμματα ἔμαθον, καὶ ἡ δέσποινα βάσκανος οὖσα τυγχάνει εἰς τὴν αὐτῆς τέχνην· εἰ δέ μοι καιρὸς ἐπιτρέψοι., πειράσομαι παρασχεῖν σοι τὸ ἰδεῖν μεταμορφουμένην τὴν κεκτημένην. καὶ τότε μὲν ἐπὶ τούτοις ἐχοιμήθημεν.

ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς ἀγγέλλει πρός με ἡ Παλαίστρα ὡς ἡ δέσποινα αὐτῆς μέλλοι ὄρνις γενομένη πέτεσθαι πρὸς τὸν ἐρώμενον. κἀγώ, Νῦν, ἔφην, ὃ καιρός, ὦ Παλαίστρα, τῆς εἰς ἐμὲ χάριτος, ᾗ νῦν ἔχεις τὸν σαυτῆς ἱκέτην ἀναπαῦσαι πολυχρονίου ἐπιθυμίας. Θάρρει, ἔφη. κἀπειδὴ ἑσπέρα ἦν, ἄγει με λαβοῦσα πρὸς τὴν θύραν τοῦ δωματίου, ἔνθα ἐκεῖνοι ἐκάθευδον, καὶ κελεύει μὲ προσάγειν ὀπῇ τινι τῆς θύρας λεπτῇ καὶ σχοπεῖν τὰ γινόμενα ἔνδον. ὁρῶ οὖν τὴν μὲν γυναῖκα ἀποδυομένην. εἶτα γυμνὴ τῷ λύχνῳ προσελθοῦσα καὶ χόνδρους δύο λαβοῦσα τὸν μὲν λιβανωτὸν τῷ πυρὶ τοῦ λύχνου ἐπέθηκε καὶ στᾶσα πολλὰ τοῦ λύχνου κατελάλησεν· εἶτα κιβώτιον ἁδρὸν ἀνοίξασα, πάνυ πολλὰς ἔχον πυξίδας

ἐν αὑτῷ, ἔνθεν ἀναιρεῖται καὶ προφέρει μίαν· ἡ δὲ εἶχεν ἐμβεβλημένον ὅ τι μὲν οὐκ οἶδα, τῆς δὲ ὄψεως αὐτῆς ἕνεκα ἔλαιον αὐτὸ ἐδόκουν εἶναι. ἐκ τούτου λαβοῦσα χρίεται ὅλη, ἀπὸ τῶν ὀνύχων ἀρξαμένη τῶν κάτω, καὶ ἄφνω πτερὰ ἐκφύεται αὐτῇ, καὶ ἡ ῥὶν κερατίνη καὶ γρυπὴ ἐγένετο, καὶ τἆλλα δὲ ὅσα ὀρνίθων κτήματα καὶ σύμβολα πάντα εἶχε· καὶ ἦν ἄλλο οὐδὲν ἢ κόραξ νυκτερινός. ἐπεὶ δὲ εἶδεν ἑαυτὴν ἐπτερωμένην, κρώξασα δεινὸν καὶ οἷον ἐκεῖνο οἱ κόρακες, ἀναστᾶσα ᾤχετο πετομένη διὰ τῆς θυρίδος.

ἐγὼ δὲ ὄναρ ἐκεῖνο οἰόμενος ὁρᾶν τοῖς δακτύλοις τῶν ἑαυτοῦ βλεφάρων ἡπτόμην, οὐ πιστεύων τοῖς ἐμαυτοῦ ὀφθαλμοῖς οὔθ’ ὅτι βλέπουσιν οὔθ’ ὅτι ἐγρηγόρασιν. ὡς δὲ μόλις καὶ βραδέως ἐπείσθην ὅτι μὴ καθεύδω, ἐδεόμην τότε τῆς Παλαίστρας πτερῶσαι κἀμὲ καὶ χρίσασαν ἐξ ἐκείνου τοῦ φαρμάκου ἐᾶσαι πέτεσθαί με· ἠβουλόμην γὰρ πείρᾳ μαθεῖν εἰ μεταμορφωθεὶς ἐκ τοῦ ἀνθρώπου καὶ τὴν ψυχὴν ὄρνις ἔσομαι. ἡ δὲ τὸ δωμάτιον ὑπανοίξασα κομίζει τὴν πυξίδα. ἐγὼ δὲ σπεύδων ἤδη ἀποδύσας χρίω ὅλον ἐμαυτόν, καὶ ὄρνις μὲν οὐ γίνομαι ὁ δυστυχής. ἀλλά μοι οὐρὰ ὄπισθεν ἐξῆλθε, καὶ οἱ δάκτυλοι πάντες ᾤχοντο οὐκ οἶδ’ ὅποι· ὄνυχας δὲ τοὺς πάντας τέσσαρας εἶχον, καὶ τούτους οὐδὲν ἄλλο ἢ ὁπλάς, καί μοι αἱ χεῖρες καὶ οἱ πόδες κτήνους πόδες ἐγένοντο, καὶ τὰ ὦτα δὲ μακρὰ καὶ τὸ πρόσωπον μέγα. ἐπεὶ δὲ κύκλῳ περιεσκόπουν, αὑτὸν ἑώρων ὄνον, φωνὴν δὲ ἀνθρώπου ἐς τὸ μέμψασθαι τὴν Παλαίστραν οὐκέτι εἶχον. τὸ δὲ χεῖλος ἐκτείνας κάτω καὶ αὐτῷ δὴ τῷ σχήματι ὡς ὄνος ὑποβλέπων ᾐτιώμην αὐτήν, ὅση δύναμις, ὄνος ἀντὶ ὄρνιθος γενόμενος.

ἡ δὲ ἀμφοτέραις ταῖς χερσὶ τυψαμένη τὸ πρόσωπον, Τάλαινα, εἶπεν, ἐγώ, μέγα εἴργασμαι κακόν· σπεύσασα γὰρ ἥμαρτον ἐν τῇ ὁμοιότητι τῶν πυξίδων καὶ ἄλλην ἔλαβον οὐχὶ τὴν τὰ πτερὰ φυουσαν.

ἀλλὰ θάρρει μοι, ὦ φίλτατε· ῥᾴστη γὰρ ἡ τούτου θεραπεία· ῥόδα γὰρ μόνα εἰ φάγοις, ἀποδύσῃ μὲν αὐτίκα τὸ κτῆνος, τὸν δὲ ἐραστήν μοι τὸν ἐμὸν αὖθις ἀποδώσεις. ἀλλά μοι, φίλτατε, τὴν μίαν νύκτα ταύτην ὑπόμεινον ἐν τῷ ὄνῳ, ὄρθρου δὲ δραμοῦσα οἴσω σοι ῥόδα καὶ φαγὼν ἰαθήσῃ. ταῦτα εἶπε καταψηλαφήσασά μοῦ τὰ ὦτα καὶ τὸ λοιπὸν δέρμα.

ἐγὼ δὲ τὰ μὲν ἄλλα ὄνος ἤμην, τὰς δὲ φρένας καὶ τὸν νοῦν ἄνθρωπος ἐκεῖνος ὃ Λούκιος, δίχα τῆς φωνῆς. πολλὰ οὖν κατ’ ἐμαυτὸν μεμψάμενος τὴν Παλαίστραν ἐπὶ τῇ ἁμαρτίᾳ δακὼν τὸ χεῖλος ἀπῄειν ἔνθα ἠπιστάμην ἑστῶτα τὸν ἐμαυτοῦ ἵππον καὶ ἄλλον ἀληθινὸν ὄνον τὸν Ἱππάρχου. οἱ δὲ αἰσθόμενοί με εἴσω παριόντα, δείσαντες μὴ τοῦ χόρτου κοινωνὸς αὐτοῖς ἐπεισέρχομαι, τὰ ὦτα κατακλίναντες ἕτοιμοι ἦσαν τοῖς ποσὶν ἀμύνειν τῇ γαστρί· κἀγὼ συνεὶς πορρωτέρω ποι τῆς φάτνης ἀποχωρήσας ἑστὼς ἐγέλων, ὁ δέ μοι γέλως ὀγκηθμὸς ἦν. ταῦτα δ’ ἄρ’ ἐνενόουν πρὸς ἐμαυτόν· ὢ τῆς ἀκαίρου ταύτης περιεργίας. τί δέ, εἰ λύκος παρεισέλθοι ἢ ἄλλο τι θηρίον; κινδυνεύεταί μοι μηδὲν κακὸν πεποιηκότι διαφθαρῆναι. ταῦτα ἐννοῶν ἠγνόουν ὁ δυστυχὴς τὸ μέλλον κακόν.

ἐπεὶ γὰρ ἦν ἤδη νὺξ βαθεῖα καὶ σιωπὴ πολλὴ καὶ ὕπνος ὁ γλυκύς, ψοφεῖ μὲν ἔξωθεν ὁ τοῖχος ὡς διορυττόμενος, καὶ διωρύττετό γε, καὶ ὀπὴ ἤδη ἐγεγόνει ἄνθρωπον δέξασθαι δυναμένη, καὶ εὐθὺς ἄνθρωπος ταύτῃ παρῄει καὶ ἄλλος ὁμοίως, καὶ πολλοὶ ἔνδον ἦσαν καὶ πάντες εἶχον ξίφη. εἶτα καταδήσαντες ἔνδον ἐν τοῖς δωματίοις τὸν Ἵππαρχον καὶ τὴν Παλαίστραν καὶ τὸν ἐμὸν οἰκέτην ἀδεῶς ἤδη τὴν οἰκίαν ἐκένουν τά τε χρήματα καὶ τὰ ἱμάτια καὶ τὰ σκεύη κομίζοντες ἔξω. ὡς δὲ οὐδὲν ἄλλο ἔνδον κατελείπετο, λαβόντες ἐμέ τε καὶ τὸν ἄλλον ὄνον καὶ τὸν ἵππον ἐπέσαξαν, ἔπειτα ὅσα ἐβάστασαν, ἐπικατέδησαν ἡμῖν. καὶ οὕτως μέγα ἄχθος φέροντας

ἡμᾶς ξύλοις παίοντες ἤλαυνον εἰς τὸ ὄρος ἀτρίπτῳ ὁδῷ φεύγειν πειρώμενοι. τὰ μὲν οὖν ἄλλα κτήνη οὐκ ἔχω εἰπεῖν ὅ τι ἔπασχεν, ἐγὼ δὲ ἀνυπόδητος ἀσυνήθης ἀπιὼν πέτραις ὀξείαις ἐπιβαίνων, τοσαῦτα σκεύη φέρων ἀπωλλύμην. καὶ πολλάκις προσέπταιον, καὶ οὐκ ἦν ἐξὸν καταπεσεῖν, καὶ εὐθὺς ἄλλος ὄπισθεν κατὰ τῶν μηρῶν ἔπαιε ξύλῳ. ἐπεὶ δὲ πολλάκις ὦ Καῖσαρ ἀναβοῆσαι ἐπεθύμουν, οὐδὲν ἄλλο ἢ ὠγκώμην, καὶ τὸ μὲν ὦ μέγιστον καὶ εὐφωνότατον ἐβόων, τὸ δὲ Καῖσαρ οὐκ ἐπηκολούθει. ἀλλὰ μὴν καὶ δι᾿ αὐτὸ τοῦτο ἐτυπτόμην ὡς προδιδοὺς αὐτοὺς τῷ ὀγκηθμῷ. μαθὼν οὖν ὅτι ἄλλως ἐβόων, ἔγνων σιγῇ προϊέναι καὶ κερδαίνειν τὸ μὴ παίεσθαι.

ἐπὶ τούτῳ ἡμέρα τε ἤδη ἣν, καὶ ἡμεῖς ὄρη πολλὰ ἀναβεβήκειμεν, καὶ στόματα δὲ ἡμῶν δεσμῷ ἐπείχετο, ὡς μὴ περιβοσκόμενοι τὴν ὁδὸν ἐς τὸ ἄριστον ἀναλίσκοιμεν· ὥστε ἐς τὴν τότε καὶ ἔμεινα ὄνος. ἐπεὶ δὲ ἦν αὐτὸ τὸ μέσον τῆς ἡμέρας, καταλύομεν εἴς τινα ἔπαυλιν συνήθων ἐκείνοις ἀνθρώπων, ὅσον ἦν ἐκ τῶν γινομένων σκοπεῖν· καὶ γὰρ φιλήμασιν ἠσπάχοντο ἀλλήλους καὶ καταλύειν ἐκέλευον αὐτοὺς οἱ ἐν τῇ ἐπαύλει καὶ παρέθηκαν ἄριστον καὶ τοῖς κτήνεσιν ἡμῖν παρέβαλον κριθία. καὶ οἱ μὲν ἠρίστων, ἐγὼ δὲ ἐπείνων μὲν κακῶς· ἀλλ’ ἐπειδὴ οὔπω τότε κριθὰς ὠμὰς ἠριστήκειν, ἐσκοπούμην ὅ τι καὶ καταφάγοιμι. ὁρῶ δὲ κῆπον αὐτοῦ ὀπίσω τῆς αὐλῆς, καὶ εἶχε λάχανα πολλὰ καὶ καλὰ καὶ ῥόδα ὑπὲρ αὐτῶν ἐφαίνετο· κἀγὼ λαθὼν πάντας τοὺς ἔνδον ἀσχολουμένους περὶ τὸ ἄριστον ἔρχομαι ἐπὶ τὸν κῆπον, τοῦτο μὲν ὠμῶν λάχανων ἐμπλησθησόμενος, τοῦτο δὲ τῶν ῥόδων ἕνεκα· ἐλογιζόμην γὰρ ὅτι δῆθεν φαγὼν τῶν ἀνθέων πάλιν ἄνθρωπος ἔσομαι. εἶτα ἐμβὰς εἰς τὸν κῆπον θριδάκων μὲν καὶ ῥαφανίδων καὶ σελίνων, ὅσα ὠμὰ ἐσθίει ἄνθρωπος, ἐνεπλήσθην, τὰ δὲ ῥόδα ἐκεῖνα οὐκ ἦν ῥόδα ἀληθινά, τὰ δ’

ἦν ἐκ τῆς ἀγρίας δάφνης φυόμενα· ῥοδοδάφνην αὐτὰ καλοῦσιν οἱ ἄνθρωποι, κακὸν ἄριστον ὄνῳ τοῦτο παντὶ καὶ ἵππῳ· φασὶ γὰρ τὸν φαγόντα ἀποθνήσκειν αὐτίκα.

ἐν τούτῳ ὁ κηπουρὸς αἰσθόμενος καὶ ξύλον ἁρπάσας, εἰσελθὼν εἰς τὸν κῆπον καὶ τὸν πολέμιον ἰδὼν καὶ τῶν λαχάνων τὸν ὄλεθρον, ὥσπερ τις δυνάστης μισοπόνηρος κλέπτην λαβὼν οὕτω με συνέκοψε τῷ ξύλῳ, μήτε πλευρῶν φεισάμενος μήτε μηρῶν, καὶ μὴν καὶ τὰ ὦτά μου κατέκλασε καὶ τὸ πρόσωπόν μου συνέτριψεν. ἐγὼ δὲ οὐκέτ’ ἀνεχόμενος ἀπολακτίσας ἀμφοτέροις καὶ καταβαλὼν ὕπτιον ἐπὶ τῶν λαχάνων ἔφευγον ἄνω ἐς τὸ ὄρος. ὁ δὲ ἐπειδὴ εἶδε δρόμῳ ἀπιόντα, ἀνέκραγε λῦσαι τοὺς κύνας ἐπ’ ἐμοί· οἱ δὲ κύνες πολλοί τε ἦσαν καὶ μεγάλοι καὶ ἄρκτοις μάχεσθαι ἱκανοί. ἔγνων ὅτι δὴ διασπάσονταί με οὗτοι λαβόντες, καὶ ὀλίγον ἐκπεριελθθὼν ἔκρινα τοῦτο δὴ τὸ τοῦ λόγου, παλινδρομῆσαι μᾶλλον ἢ κακῶς δραμεῖν. ὀπίσω οὖν ἀπῄειν καὶ εἴσειμι αὖθις εἰς τὴν ἔπαυλιν. οἱ δὲ τοὺς μὲν κύνας δρόμῳ ἐπιφερομένους ἐδέξαντο καὶ κατέδησαν, ἐμὲ δὲ παίοντες οὐ πρότερον ἀφῆκαν πρὶν ἢ ὑπὸ τῆς ὀδύνης πάντα τὰ λάχανα κάτωθεν ἐξεμέσαι.

καὶ μὴν ὅτε ὁδοιπορεῖν ὥρα ἦν, τὰ βαρύτατα τῶν κλεμμάτων καὶ τὰ πλεῖστα ἐμοὶ ἐπέθηκαν· κἀκεῖθεν τότε οὕτως ἐξελαύνομεν. ἐπεὶ δὲ ἀπηγόρευον ἤδη παιόμενός τὲ καὶ τῷ φορτίῳ ἀχθόμενος καὶ τὰς ὁπλὰς ἐκ τῆς ὁδοῦ ἐκτετριμμένος, ἔγνων αὐτοῦ καταπεσεῖν καὶ μηδ’ ἂν ἀποσφαττωσί με ταῖς πληγαῖς, ἀναστῆναί ποτε, τοῦτο ἐλπίσας μέγα μοι ὄφελος ἔσεσθαι ἐκ τοῦ βουλεύματος· ᾠήθην γὰρ ὅτι πάντως ἡττώμενοι τὰ μὲν ἐμὰ σκεύη διανεμοῦσι τῷ τὲ ἵππῳ καὶ τῷ ἡμιόνῳ, ἐμὲ δὲ αὐτοῦ ἐάσουσι κεῖσθαι τοῖς λύκοις. ἀλλά τις δαίμων βάσκανος συνεὶς τῶν ἐμῶν βουλευμάτων ἐς τοὐναντίον περιήνεγκεν· ὁ γὰρ ἕτερος ὄνος ἴσως ἐμοὶ τὰ αὐτὰ νοήσας πίπτει ἐν τῇ

ὁδῷ. οἱ δὲ τα μὲν πρῶτα ξύλῳ παίοντες ἀναστῆναι τὸν ἄθλιον ἐκέλευον, ὡς δὲ οὐδὲν ὑπήκουε ταῖς πληγαῖς, λαβόντες αὐτὸν οἱ μὲν τῶν ὤτων, οἱ δὲ τῆς οὐρᾶς ἀνεγείρειν ἐπειρῶντο· ὡς δὲ οὐδὲν ἤνυον, ἔκειτο δὲ ὥσπερ λίθος ἐν τῇ ὁδῷ ἀπηγορευκώς, λογισάμενοι ἐν ἀλλήλοις ὅτι δὴ μάτην πονοῦσι καὶ τὸν χρόνον τῆς φυγῆς ἀναλίσκουσιν, ὄνῳ νεκρῷ παρεδρεύοντες, τὰ μὲν σκεύη πάντα ὅσα ἐκόμιζεν ἐκεῖνος, διανέμουσιν ἐμοί τε καὶ τῷ ἵππῳ, τὸν δὲ ἄθλιον κοινωνὸν καὶ τῆς αἰχμαλωσίας καὶ τῆς ἀχθοφορίας λαβόντες τῷ ξίφει ὑποτέμνουσιν ἐκ τῶν σκελῶν καὶ σπαίροντα ἔτι ὠθοῦσιν ἐς τὸν χρημνὸν. ὁ δὲ ἀπῄει κάτω τὸν θάνατον ὀρχούμενος.

ἐγὼ δὲ ὁρῶν ἐν τῷ συνοδοιπόρῳ τῶν ἐμῶν βουλευμάτων τὸ τέλος, ἔγνων φέρειν εὐγενῶς τὰ ἐν ποσὶ καὶ προθύμως περιπατεῖν, ἐλπίδας ἔχων πάντως ποτὲ ἐμπεσεῖσθαι εἰς τὰ ῥόδα κἀκ τούτων εἰς ἐμαυτὸν ἀνασωθήσεσθαι· καὶ τῶν λῃστῶν δὲ ἤκουον ὡς οὐκ εἴη ἔτι πολὺ τῆς ὁδοῦ λοιπόν. καὶ ὅτι καταμενοῦσιν ἔνθα καταλύσουσιν· ὥστε ταῦτα πάντα δρόμῳ ἐκομίζομεν, καὶ πρὸ τῆς ἑσπέρας ἤλθομεν εἰς τὰ οἰκεῖα. γραῦς δὲ γυνὴ ἔνδον καθῆστο, καὶ πῦρ πολὺ ἐκαίετο. οἱ δὲ πάντα ἐκεῖνα ἅπερ ἐτυγχάνομεν ἡμεῖς κομίζοντες, εἴσω κατέθηχαν. εἶτα ἤροντο τὴν γραῦν, Διὰ τί οὕτως καθέζῃ καὶ οὐ παρασκευάζεις ἄριστον; ᾿Αλλὰ πάντα, εἶπεν ἡ γραῦς, εὐτρεπῆ ὑμῖν, ἄρτοι πολλοί, οἴνου παλαιοῦ πίθοι, καὶ τὰ κρέα δὲ ὑμῖν τὰ ἄγρια σκευάσασα ἔχω. οἱ δὲ τὴν γραῦν ἐπαινέσαντες, ἀποδυσάμενοι ἠλείφοντο πρὸς τὸ πῦρ καὶ λέβητος ἔνδον ὕδωρ θερμὸν ἔχοντος ἀρυσάμενοι ἔνθεν καὶ καταχεάμενοι αὐτοσχεδίῳ τῷ λουτρῷ ἐχρήσαντο.

εἶτα ὀλίγῳ ὕστερον ἧκον νεανίσκοι πολλοὶ κομίζοντες πλεῖστα ὅσα χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱμάτια καὶ κόσμον γυναικεῖον καὶ ἀνδρεῖον πολύν. ἐκοινώνουν δὲ οὗτοι ἀλλήλοις· καὶ ἐπειδὴ ταῦτα

ἔνδον κατέθεντο, ὁμοίως ἐλούσαντο καὶ οὗτοι. λοιπὸν μετὰ τοῦτο ἦν ἄριστον δαψιλὲς καὶ λόγος πολὺς ἐν τῷ συμποσίῳ τῶν ἀνδροφόνων. ἡ δὲ γραῦς ἐμοὶ καὶ τῷ ἵππῳ κριθὰς παρέθηκεν· ἀλλ’ ἐκεῖνος μὲν σπουδῇ τὰς κριθὰς κατέπινε δεδιώς, οἷα εἰκός, ἐμὲ τὸν συνάριστον. ἐγὼ δὲ ἐπειδὰν ἴδοιμι τὴν γραῦν ἐξιοῦσαν τῶν ἔνδον ἄρτον ἤσθιον. τῇ δὲ ὑστεραίᾳ καταλιπόντες τῇ γραίᾳ νεανίσκον ἕνα οἱ λοιποὶ πάντες ἔξω ἐπὶ τὸ ἔργον ἀπῄεσαν. ἐγὼ δὲ ἔστενον ἐμαυτὸν καὶ τὴν ἀκριβῆ φρουράν· τῆς μὲν γὰρ γραὸς καταφρονῆσαι. ἦν μοι καὶ φυγεῖν ἐκ τῶν ἐκείνης ὀμμάτων δυνατόν, ὁ δὲ νεανίσκος μέγας τε ἦν καὶ φοβερὸν ἔβλεπε, καὶ τὸ ξίφος ἀεὶ ἔφερε καὶ τὴν θύραν ἀεὶ ἐπῆγε.

τρισὶ δὲ ὕστερον ἡμέραις μεσούσης σχεδὸν τῆς νυκτὸς ἀναστρέφουσιν οἱ λῃσταί, χρυσίον μὲν οὐδὲ ἀργύριον οὐδὲ ἄλλο οὐδὲν κομίζοντες, μόνην δὲ παρθένον ὡραίαν, σφόδρα καλήν, κλάουσαν καὶ κατεσπαραγμένην τὴν ἐσθῆτα καὶ τὴν κόμην· καὶ καταθέμενοι αὐτὴν ἔνδον ἐπὶ τῶν στιβάδων θαρρεῖν ἐκέλευον καὶ τὴν γραῦν ἐκέλευον ἀεὶ ἔνδον μένειν καὶ τὴν παῖδα ἐν φρουρᾷ ἔχειν. ἡ δὲ παῖς οὔτε ἐμφαγεῖν τι ἤθελεν οὔτε πιεῖν, ἀλλὰ πάντα ἔκλαε καὶ τὴν κόμην τὴν αὑτῆς ἐσπάραττεν· ὥστε καὶ αὐτὸς πλησίον ἑστὼς παρὰ τῇ φάτνῃ συνέκλαον ἐκείνῃ τῇ καλῇ παρθένῳ. ἐν δὲ τούτῳ οἱ λῃσταὶ ἔξω ἐν τῷ προδόμῳ ἐδείπνουν. πρὸς ἡμέραν δὲ τῶν σκοπῶν τις τῶν τὰς ὁδοὺς φρουρεῖν εἰληχότων ἔρχεται ἀγγέλλων ὅτι ξένος ταύτῃ παριέναι μέλλοι καὶ πολὺν πλοῦτον κομίζοι. οἱ δὲ οὕτως ὡς εἶχον ἀναστάντες καὶ ὁπλισάμενοι κἀμὲ καὶ τὸν ἵππον ἐπισάξαντες ἤλαυνον. ἐγὼ δὲ ὁ δυστυχὴς ἐπιστάμενος ἐπὶ μάχην καὶ πόλεμον ἐξελαύνεσθαι ὀκνηρῶς προῄειν, ἔνθεν ἐπαιόμην τῷ ξύλῳ ἐπειγομένων αὐτῶν. ἐπεὶ δὲ ἥκομεν ἐς τὴν ὁδὸν ἔνθα ὁ ξένος παρελάσειν ἔμελλε, συμπεσόντες οἱ λῃσταὶ τοῖς ὀχήμασιν αὐτόν

τε καὶ τοὺς ἐκείνου θεράποντας ἀπέκτειναν, καὶ ὅσα ἦν τιμιώτατα ἐξελόντες τῷ ἵππῳ κἀμοὶ ἐπέθηκαν, τὰ δὲ ἕτερα τῶν σκευῶν αὐτοῦ ἐν τῇ ὕλῃ ἔκρυψαν. ἔπειτα ἤλαυνον ἡμᾶς οὕτως ὀπίσω, κἀγὼ ἐπειγόμενος καὶ τῷ ξύλῳ τυπτόμενος κρούω τὴν ὁπλὴν περὶ πέτραν ὀξεῖαν καί μοι ἀπὸ τῆς πληγῆς γίνεται τραῦμα ἀλγεινόν· καὶ χωλεύων ἔνθεν τὸ λοιπὸν τῆς ὁδοῦ ἐβάδιζον. οἱ δὲ πρὸς ἀλλήλους ἔλεγον, Τί γὰρ ἡμῖν δοκεῖ τρέφειν τὸν ὄνον τοῦτον πάντα καταπίπτοντα; ῥίψωμεν αὐτὸν ἀπὸ τοῦ κρημνοῦ οἰωνὸν οὐκ ἀγαθόν. Ναί, φησί, ῥίψωμεν αὐτὸν καθαρισμὸν τοῦ στρατοῦ ἐσόμενον. καὶ οἱ μὲν συνετάττοντο ἐπ’ ἐμέ· ἐγὼ δὲ ἀκούων ταῦτα τῷ τραύματι λοιπὸν ὡς ἀλλοτρίῳ ἐπέβαινον· ὁ γὰρ τοῦ θανάτου με φόβος ἀναίσθητον τῆς ὀδύνης ἔθηκεν.

ἐπεὶ δὲ ἤλθομεν εἴσω ἔνθα κατελύομεν, τὰ μὲν σκεύη τῶν ἡμετέρων ὤμων ἀφελόντες εὖ κατέθηκαν. αὐτοὶ δὲ ἀναπεσόντες ἐδείπνουν. καὶ ἐπειδὴ νὺξ ἧν, ἀπῄεσαν ὡς τὰ λοιπὰ τῶν σκευῶν ἀνασῶσαι. Τὸν δὲ ἄθλιον τοῦτον ὄνον, ἔφη τις αὐτῶν, τί ἐπάγομεν ἄχρηστον ἐκ τῆς ὁπλῆς; τῶν δὲ σκευῶν ἃ μὲν ἡμεῖς οἴσομεν, ἃ δὲ ὁ ἵππος. καὶ ἀπῄεσαν τὸν ἵππον ἄγοντες. νὺξ δὲ ἦν λαμπροτάτη ἐκ τῆς σελήνης. κἀγὼ τότε πρὸς ἐμαυτὸν εἶπον, Ἄθλιε, τί μένεις ἔτι ἐνταῦθα; γῦπές σε καὶ γυπῶν τέκνα δειπνήσουσιν. οὐκ ἀκούεις οἷα περὶ σοῦ ἐβουλεύσαντο; θέλεις τῷ κρημνῷ περιπεσεῖν; νὺξ μὲν αὕτη καὶ σελήνη πολλή· οἱ δὲ οἴχονται ἀπιόντες· φυγὴ σῶζε σαυτὸν ἀπὸ δεσποτῶν ἀνδροφόνων. ταῦτα πρὸς ἐμαυτὸν ἐννοούμενος ὁρῶ ὅτι οὐδὲ προσεδεδέμν οὐδενί, ἀλλά με ὁ σύρων ἐν ταῖς ὁδοῖς ἱμὰς παρεκρέματο. τοῦτό με καὶ παρώξυνεν ὡς μάλιστα ἐς τὴν φυγήν, καὶ δρόμῳ ἐξιὼν ἀπῄειν. ἡ δὲ γραῦς ἐπεὶ εἶδεν ἀποδιδράσκειν ἕτοιμον, λαμβάνεταί μὲ ἐκ τῆς οὐρᾶς καὶ εἴχετο. ἐγὼ δὲ ἄξιον κρημνοῦ καὶ θανάτων ἄλλων

εἰπὼν εἶναι τὸ ὑπὸ γραίας ἁλῶναι ἔσυρον αὐτήν, ἡ δὲ μάλ’ ἀνέκραγεν ἔνδοθεν τὴν παρθένον τὴν αἰχμάλωτον· ἡ δὲ προσελθοῦσα καὶ ἰδοῦσα γραῦν δίκην Δίρκης ἐξ ὄνου ἡμμένην τολμᾷ τόλμημα γενναῖον καὶ ἄξιον ἀπονενοημένου νεανίσκου· ἀναπηδᾷ γὰρ εἰς ἐμέ, καὶ ἐπικαθίσασά μοι ἤλαυνε· κἀγὼ τῷ τε ἔρωτι τῆς φυγῆς καὶ τῇ τῆς κόρης σπουδῇ ἔφυγον ἵππου δρόμῳ· ἡ δὲ γραῦς ὀπίσω ἀπελέλειπτο. ἡ δὲ παρθένος τοῖς μὲν θεοῖς ηὔχετο σῶσαι αὐτὴν τῇ φυγῇ· πρὸς δὲ ἐμέ, Ἤν με, ἔφη, κομίσῃς πρὸς τὸν πατέρα, ὦ καλὲ σύ, ἐλεύθερον μέν σε παντὸς ἔργου ἀφήσω, κριθῶν δὲ μέδιμνος ἔσται σοι ἐφ’ ἑκάστης ἡμέρας τὸ ἄριστον. ἐγὼ ὃὲ καὶ τοὺς φονεῖς τοὺς ἐμαυτοῦ φευξόμενος καὶ πολλὴν ἐπικουρίαν καὶ θεραπείαν ἐκ τῆς ἀνασωθείσης ἐμοὶ κόρης ἐλπίζων ἔθεον τοῦ τραύματος ἀμελήσας.

ἐπεὶ δὲ ἥκομεν ἔνθα ἐσχίζετο τριπλῆ ὁδός, οἱ πολέμιοι ἡμᾶς καταλαμβάνουσιν ἀναστρέφοντες καὶ πόρρωθεν εὐθὺς πρὸς τὴν σελήνην ἔγνωσαν τοὺς δυστυχεῖς αἰχμαλώτους καὶ προσδραμόντες λαμβάνονταί μου καὶ λέγουσιν, Ὦ καλὴ κἀγαθὴ σὺ παρθένος, ποῖ βαδίζεις ἀωρίᾳ ταλαίπωρε; οὐδὲ τὰ δαιμόνια δέδοικας; ἀλλὰ δεῦρο ἴθι πρὸς ἡμᾶς, ἡμεῖς σε τοῖς οἰκείοις ἀποδώσομεν, σαρδώνιον γελῶντες ἔλεγον, κἀμὲ ἀποστρέψαντες εἷλκον ὀπίσω. κἀγὼ περὶ τοῦ ποδὸς καὶ τοῦ τραύματος ἀναμνησθεὶς ἐχώλευον· οἱ δέ, Νῦν, ἔφασαν, χωλὸς ὅτε ἀποδιδράσκων ἑάλωκας; ἀλλ’ ὅτε φεύγειν ἐδόκει σοι, ὑγιαίνων ἵππου ὠκύτερος καὶ πετεινὸς ἦσθα. τοῖς δὲ λόγοις τούτοις τὸ ξύλον εἵπετο, καὶ ἤδη ἕλκος τῷ μηρῷ εἶχον νουθετούμενος. ἐπεὶ δὲ εἴσω πάλιν ἀνεστρέψαμεν, τὴν μὲν γραῦν εὕρομεν ἐκ τῆς πέτρας κρεμαμένην ἐν καλωδίῳ· δείσασα γάρ, οἷον εἰκός, τοὺς δεσπότας ἐπὶ τῇ τῆς παρθένου φυγῇ κρημνᾷ ἑαυτὴν σφίγξασα ἐκ τοῦ τραχήλου. οἵ δὲ τὴν γραῦν θαυμάσαντες

τῆς εὐγνωμοσύνης τὴν μὲν ἀπολύσαντες ἐς τὸν κρημνὸν κάτω ἀφῆκαν ὡς ἦν ἐν τῷ δεσμῷ, τὴν δὲ παρθένον ἔνδον κατέδησαν, εἶτα ἐδείπνουν, καὶ πότος ἦν μακρός.