Asinus
Pseudo-Lucian
Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 2. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.
ἐπειδὴ δὲ ἤδη ὄρθρος ἦν, ἀράμενος τὴν θεὸν αὖθις ἀπῄειν ἅμα τοῖς ἀγύρταις καὶ ἀφικόμεθα εἰς κώμην ἄλλην μεγάλην καὶ πολυάνθρωπον, ἐν ᾗ καὶ καινότερόν τι ἐτερατεύσαντο, τὴν θεὸν μὴ μεῖναι ἐν ἀνθρώπου οἰκίᾳ, τῆς δὲ παρ’ ἐκείνοις μάλιστα τιμωμένης ἐπιχωρίου δαίμονος τὸν ναὸν οἰκῆσαι. οἱ δὲ καὶ μάλα ἄσμενοι τὴν ξένην θεὸν ὑπεδέξαντο τῇ σφῶν αὐτῶν θεῷ συνοικίσαντες, ἡμῖν δὲ οἰκίαν ἀπέδειξαν ἀνθρώπων πενήτων. ἐνταῦθα συχνὰς ἡμέρας οἱ δεσπόται διατρίψαντες ἀπιέναι ἤθελον εἰς τὴν
πλησίον πόλιν καὶ τὴν θεὸν ἀπῄτουν τοὺς ἐπιχωρίους, καὶ αὐτοὶ ἐς τὸ τέμενος παρελθόντες ἐκόμιζον αὐτὴν καὶ θέντες ἐπ’ ἐμοὶ ἤλαυνον ἔξω. ἔτυχον δὲ οἱ δυσσεβεῖς εἰς τὸ τέμενος ἐκεῖνο παρελθόντες ἀνάθημα φιάλην χρυσὴν κλέψαντες, ἣν ὑπὸ τῇ θεῷ ἔφερον· οἱ δὲ κωμῆται αἰσθόμενοι τοῦτο εὐθὺς ἐδίωκον, εἶτα ὡς πλησίον ἐγένοντο, καταπηδήσαντες ἀπὸ τῶν ἵππων εἴχοντο αὐτῶν ἐν τῇ ὁδῷ καὶ δυσσεβεῖς καὶ ἱεροσύλους ἐκάλουν καὶ ἀπῄτουν τὸ κλαπὲν ἀνάθημα, καὶ ἐρευνῶντες πάντα εὗρον αὐτὸ ἐν τῷ κόλπῳ τῆς θεοῦ. δήσαντες οὖν τοὺς γυνίας ἦγον ὀπίσω καὶ τοὺς μὲν εἰς τὴν εἱρκτὴν ἐμβάλλουσι, τὴν δὲ θεὸν τὴν ἐπ’ ἐμοὶ κομιζομένην ἀράμενοι ναῷ ἄλλῳ ἔδωκαν, τὸ δὲ χρυσίον τῇ πολίτιδι θεῷ πάλιν ἀπέδωκαν.τῇ δὲ ὑστεραίᾳ τά τε σκεύη κἀμὲ πιπράσκειν ἔγνωσαν, καὶ ἀπέδοντό με ξένῳ ἀνθρώπῳ τὴν πλησίον κώμην οἰκοῦντι, τέχνην ἔχοντι ἄρτους πέττειν· οὗτός με παραλαβὼν καὶ πυρῶν μεδίμνους δέκα ὠνησάμενος, ἐπιθείς μοι τὸν πυρὸν οἴκαδε ἤλαυνεν ὡς ἑαυτὸν ὁδὸν ἀργαλέαν· ὡς δὲ ἥκομεν, εἰσάγει μὲ εἰς τὸν μυλῶνα, καὶ ὁρῶ πολὺ πλῆθος ἔνδον ὁμοδούλων κτηνῶν, καὶ μύλαι πολλαὶ ἦσαν, καὶ πᾶσαι τούτοις ἐστρέφοντο, καὶ πάντα ἐκεῖνα μεστὰ ἦν ἀλεύρων. καὶ τότε μέν με οἷα ξένον δοῦλον καὶ φορτίον βαρύτατον ἀράμενον καὶ ὁδὸν ἀργαλέαν ἀφιγμένον ἀναπαύεσθαι ἔνδον ἀφῆκαν, τῇ δὲ ὑστεραίᾳ ὀθόνῃ τὰ ὄμματά μου σκεπάσαντες ὑποζευγνύουσί με τῇ κώπῃ τῆς μύλης, εἶτα ἤλαυνον. ἐγὼ δὲ ἠπιστάμην ὅπως χρὴ ἀλεῖν πολλάκις παθών, προσεποιούμην δὲ ἀγνοεῖν· ἀλλὰ μάτην ἤλπισα. λαβόντες γὰρ πολλοὶ τῶν ἔνδον βακτηρίας περιίστανταί μὲ καὶ μὴ προσδοκήσαντα, ὡς οὐχ ὁρῶντα, παίουσιν ἀθρόᾳ τῇ χειρί, ὥστε με ὑπὸ τῆς πληγῆς ὥσπερ στρόμβον ἐξαπίνης στρέφεσθαι· καὶ πείρᾳ ἔμαθον ὅτι χρὴ τὸν δοῦλον ἐς τὸ τὰ δέοντα ποιεῖν μὴ περιμένειν τὴν
χεῖρα τοῦ δεσπότου.λεπτὸς οὖν πάνυ γίγνομαι καὶ ἀσθενὴς τῷ σώματι, ὥστε ἔγνω μὲ ὁ δεσπότης πωλῆσαι, καὶ ἀποδίδοταί με ἀνθρώπῳ κηπουρῷ τὴν τέχνην· οὗτος γὰρ εἶχε κῆπον λαβὼν γεωργεῖν. καὶ τοῦτο εἴχομεν ἔργον· ὁ δεσπότης ἕωθεν ἐπιθείς μοι τὰ λάχανα ἐκόμιζεν εἰς τὴν ἀγοράν, καὶ παραδοὺς τοῖς ταῦτα πιπράσκουσιν ἦγέ με πάλιν εἰς τὸν κῆπον. εἶτα ἐκεῖνος μὲν καὶ ἔσκαπτε καὶ ἐφύτευε καὶ τὸ ὕδωρ τῷ φυτῷ ἐπῆγεν, ἐγὼ δὲ ἐν τούτῳ εἱστήκειν ἀργός. ἦν δέ μοι δεινῶς ἀλγεινὸς ὁ τότε βίος· πρῶτον μὲν ἐπεὶ χειμὼν ἤδη ἦν κἀκεῖνος οὐδὲ αὑτῷ στρῶμα εἶχεν ἀγοράσαι οὐχ ὅπως ἐμοί, καὶ ἀνυπόδητος πηλὸν ὑγρὸν καὶ πάγον σκληρὸν καὶ ὀξὺν ἐπάτουν, καὶ φαγεῖν τοῦτο μόνον ἀμφοτέροις ἦν θρίδακας πικρὰς καὶ σκληράς.
καί ποτε ἐξιόντων ἡμῶν ἐς τὴν πόλιν ἐντυγχάνει ἀνὴρ γενναῖος στρατιώτου στολὴν ἠμφιεσμένος, καὶ τὰ μὲν πρῶτα λαλεῖ πρὸς ἡμᾶς τῇ Ἰταλῶν φωνῇ καὶ ἤρετο τὸν κηπουρὸν ὅποι ἀπάγει τὸν ὄνον ἐμέ· ὁ δέ, οἷμαι, τῆς φωνῆς ἀνόητος ὢν οὐδὲν ἀπεκρίνατο· ὁ δὲ ὀργιζόμενος, ὡς ὑπερορώμενος, παίει τῇ μάστιγι τὸν κηπουρόν, κἀκεῖνος συμπλέκεται αὐτῷ καὶ ἐκ τῶν ποδῶν εἰς τὴν ὁδὸν ὑποσπάσας ἐκτείνει, καὶ κείμενον ἔπαιεν οὕτω καὶ χειρὶ καὶ ποδὶ καὶ λίθῳ τῷ ἐκ τῆς ὁδοῦ· ὁ δὲ τὰ πρῶτα καὶ ἀντεμάχετο καὶ ἠπείλει, εἰ ἀνασταίη, ἀποκτενεῖν τῇ μαχαίρᾳ· ὁ δὲ ὥσπερ ὑπ’ αὐτοῦ ἐκείνου διδαχθείς, τὸ ἀκινδυνότατον, σπᾷ τὴν μάχαιραν αὐτοῦ καὶ ῥιπτεῖ πόρρω, εἶτα αὖθις ἔπαιε κείμενον. ὁ δὲ τὸ κακὸν ὁρῶν ἤδη ἀφόρητον ψεύδεται ὡς τεθνηκὼς ἐν ταῖς πληγαῖς· ὁ δὲ δείσας ἐπὶ τούτῳ τὸν μὲν αὐτοῦ ὡς εἶχε κείμενον ἀπολείπει, τὴν δὲ μάχαιραν βαστάσας ἐπ’ ἐμοὶ ἤλαυνεν ἐς τὴν πόλιν.
ὡς δὲ ἤλθομεν, τὸν μὲν κῆπον αὐτοῦ συνεργῷ τινι ἐπέδωκε γεωργεῖν, αὐτὸς δὲ τὸν κίνδυνον τὸν ἐκ τῆς ὁδοῦ δεδιὼς κρύπτεται ἅμα ἐμοὶ πρός
τινος τῶν ἐν ἄστει συνήθων. τῇ δὲ ὑστεραίᾳ, δόξαν αὐτοῖς, οὕτω ποιοῦσι· τὸν μὲν ἐμὸν δεσπότην κιβωτῷ ἐνέκρυψαν, ἐμὲ δὲ ἀράμενοι ἐκ τῶν ποδῶν κομίζουσιν ἄνω τῇ κλίμακι ἐς ὑπερῷον κἀκεῖ μὲ ἄνω συγκλείουσιν. ὁ δὲ στρατιώτης ἐκ τῆς ὁδοῦ τότε μόλις ἐξαναστάς, ὡς ἔφασαν, καρηβαρῶν ταῖς πληγαῖς ἧκεν εἰς τὴν πόλιν καὶ τοῖς στρατιώταις τοῖς σὺν αὐτῷ ἐντυχὼν λέγει τὴν ἀπόνοιαν τοῦ κηπουροῦ· οἱ δὲ σὺν αὐτῷ ἐλθόντες μανθάνουσιν ἔνθα ἦμεν κεκρυμμένοι, καὶ παραλαμβάνουσι τοὺς τῆς πόλεως ἄρχοντας. οἱ δὲ εἴσω τινὰ πέμπουσι τῶν ὑπηρετῶν καὶ τοὺς ἔνδον ἅπαντας προελθεῖν ἔξω κελεύουσιν· ὡς δὲ προῆλθον, ὁ κηπουρὸς οὐδαμοῦ ἐφαίνετο. οἱ μὲν οὖν στρατιῶται ἔνδον ἔφασαν εἶναι τὸν κηπουρὸν κἀμὲ τὸν ἐκείνου ὄνον· οἱ δὲ οὐδὲν ἄλλο ὑπολελεῖφαι ἔλεγον οὔτε ἄνθρωπον οὔτε ὄνον. θορύβου δὲ ἐν τῷ στενωπῷ καὶ πολλῆς βοῆς ἐκ τούτων γενομένης ὁ ἀγέρωχος καὶ πάντα περίεργος ἐγὼ βουλόμενος μαθεῖν τίνες εἶεν οἱ βοῶντες, διακύπτω ἄνωθεν κάτω διὰ τῆς θυρίδος. οἱ δέ με ἰδόντες εὐθὺς ἀνέκραγον· οἱ δὲ ἑαλώκεσαν ψευδῆ λέγοντες· καὶ οἱ ἄρχοντες εἴσω παρελθόντες καὶ πάντα ἀνερευνῶντες εὑρίσκουσι τὸν ἐμὸν δεσπότην τῇ κιβωτῷ ἐγκείμενον καὶ λαβόντες τὸν μὲν εἰς τὸ δεσμωτήριον ἔπεμψαν λόγον τῶν τετολμημένων ὑφέξοντα, ἐμὲ δὲ κάτω βαστάσαντες τοῖς στρατιώταις παρέδοσαν. πάντες δὲ ἄσβεστον ἐγέλων ἐπὶ τῷ μηνύσαντι ἐκ τῶν ὑπερῴων καὶ προδόντι τὸν ἑαυτοῦ δεσπότην κἀκ τότε ἐξ ἐμοῦ πρωτου ἦλθεν εἰς ἀνθρώπους ὁ λόγος οὗτος, Ἐξ ὄνου παρακύψεως.τῇ δὲ ὑστεραίᾳ τί μὲν ἔπαθεν ὁ κηπουρὸς ὁ ἐμὸς δεσπότης, οὐκ οἶδα, ὁ δὲ στρατιώτης πωλήσειν με ἔγνω, καὶ πιπράσκει με πέντε καὶ εἴκοσιν Ἀττικῶν ὁ δὲ ὠνησάμενος θεράπων ἦν ἀνδρὸς σφόδρα πλουσίου πόλεως τῶν ἐν Μακεδονίᾳ τῆς μεγίστης Θεσσαλονίκης. οὗτος
τέχνην εἶχε ταύτην, τὰ ὄψα τῷ δεσπότῃ ἐσκεύαζε, καὶ εἶχεν ἀδελφὸν σύνδουλον ἄρτους πέττειν καὶ μελίπηκτα κιρνᾶν ἐπιστάμενον. οὗτοι οἱ ἀδελφοὶ σύσκηνοί τε ἀεὶ ἦσαν ἀλλήλοις καὶ κατέλυον ἐν ταὐτῷ καὶ τὰ σκεύη τῶν τεχνῶν εἶχον ἀναμεμιγμένα, καὶ μετὰ ταῦτα κἀμὲ ἵστασαν ἔνθα κατέλυον. καὶ οὗτοι μετὰ τὸ δεῖπνον τοῦ δεσπότου πολλὰ λείψανα ἄμφω εἴσω ἐκόμιζον ὁ μὲν κρεῶν καὶ ἰχθύων, ὁ δὲ ἄρτων καὶ πλακούντων. οἱ δὲ κατακλεί σαντες ἔνδον ἐμὲ μετὰ τούτων καὶ φυλακὴν ἐμοὶ γλυκυτάτην περιστήσαντες ἀπῄεσαν ὥστε ἀπολούσασθαι· κἀγὼ τοῖς παρακειμένοις κριθιδίοις μακρὰ χαίρειν λέγων ταῖς τέχναις καὶ τοῖς κέρδεσι τῶν δεσποτῶν ἐδίδουν ἐμαυτόν, καὶ διὰ μακροῦ πάνυ ἐγεμιζόμην ἀνθρωπείου τροφῆς. οἱ δὲ ἀναστρέψαντες εἴσω τὰ μὲν πρῶτα οὐδὲν ᾐσθάνοντο τῆς ὀψοφαγίας τῆς ἐμῆς ἐκ τοῦ πλήθους τῶν παρακειμένῶν, κἀμοῦ ἔτι ἐν φόβῳ καὶ φειδοῖ κλέπτοντος τὸ ἄριστον. ἐπεὶ δὲ καὶ τέλεον ἤμην αὐτῶν καταγνοὺς ἄγνοιαν, τὰς καλλίστας τῶν μερίδων καὶ ἄλλα πολλὰ κατέτρωγον. καὶ ἐπειδὴ ᾔσθοντο ἤδη τῆς ζημίας, τὰ μὲν πρῶτα ἄμφω ὕποπτον ἐς ἀλλήλους ἔβλεπον καὶ κλέπτην ὁ ἕτερος τὸν ἕτερον καὶ ἄρπαγα τῶν κοινῶν καὶ ἀναίσχυντον ἔλεγον, καὶ ἦσαν ἀκριβεῖς λοιπὸν ἄμφω καὶ τῶν μερίδων ἀριθμὸς ἐγίνετο.ἐγὼ δὲ τὸν βίον εἶχον ἐν ἡδονῇ καὶ τρυφῇ, καὶ τὸ σῶμά μου ἐκ τῆς συνήθους τροφῆς πάλιν καλὸν ἐγεγόνει καὶ τὸ δέρμα ἐπανθούσῃ τῇ τριχὶ ἀπέστιλβεν. οἱ δὲ γενναιότατοι μέγαν τέ μὲ καὶ πίονα ὁρῶντες καὶ τὰ κριθίδια μὴ δαπανώμενα, ἀλλ’ ἐν ταὐτῷ μέτρῳ ὄντα, εἰς ὑπόνοιαν ἔρχονται τῶν τολμημάτων τῶν ἐμῶν, καὶ προελθόντες ὡς εἰς τὸ βαλανεῖον ἀπιόντες, ἔπειτα τὰς θύρας συγκλείσαντες, προσβαλόντες ὀπῇ τινι τὰ ὄμματα τῆς θύρας ἐσκοποῦντο τἄνδον. κἀγὼ τότε μηδὲν τοῦ δόλου εἰδὼς ἠρίστων προσελθών. οἱ δὲ τὰ μὲν πρῶτα ἐγέλων
ὁρῶντες ἄριστον ἄπιστον· εἶτα δὲ τοὺς ὁμοδούλους ἐκάλουν ἐπὶ τὴν ἐμὴν θέαν, καὶ γέλως πολὺς ἦν, ὥστε καὶ ὁ δεσπότης αὐτῶν ἤκουσε τοῦ γέλωτος, θορύβου ὄντος ἔξωθεν, καὶ ἤρετό τινα ἐφ’ ᾧ τοσοῦτον οἱ ἔξω γελῶσιν. ἐπεὶ δὲ ἤκουσεν, ἐξανίσταται τοῦ συμποσίου καὶ διακύψας εἴσω ὁρᾷ μὲ συὸς ἀγρίου μερίδα καταπίνοντα, καὶ μέγα ἐν γέλωτι ἀναβοήσας εἰστρέχει εἴσω. κἀγὼ σφόδρα ἠχθόμην ἐπὶ τοῦ δεσπότου κλέπτης ἅμα καὶ λίχνος ἑαλωκώς. ὁ δὲ πολὺν εἶχεν ἐπ’ ἐμοὶ γέλωτα, καὶ τὰ μὲν πρῶτα κελεύει με εἴσω ἄγεσθαι εἰς τὸ ἐκείνου συμπόσιον, ἔπειτα τράπεζάν μοι παραθεῖναι εἶπε καὶ εἶναι ἐπ᾿ αὐτῇ πολλὰ τῶν ὅσα μὴ δυνατὸν ἄλλῳ ὄνῳ καταφαγεῖν, κρέα λοπάδας ζωμοὺς ἰχθῦς, τοῦτο μὲν ἐν γάρῳ καὶ ἐλαίῳ κατακειμένους, τοῦτο δὲ νάπυϊ ἐπικεχυμένους. κἀγὼ τὴν τύχην ὁρῶν ἤδη ἁπαλόν μοι προσμειδιῶσαν καὶ μαθὼν ὅτι μὲ τοῦτο μόνον τὸ παίγνιον ἀνασώσει, καίτοι ἤδη ἐμπεπλησμένος ὅμως ἠρίστων τῇ τραπέζῃ παραστάς. τὸ δὲ συμπόσιον ἐκλονεῖτο τῷ γέλωτι. καί τις. εἶπε, Καὶ πίεται οἶνον οὗτος ὁ ὄνος, ἤν τις αὐτῷ ἐγκερασάμενος ἐπιδῷ· καὶ ὁ δεσπότης ἐκέλευσε κἀγὼ τὸ προσενεχθὲν ἔπιον.ὁ δὲ οἷον εἰκὸς ὁρῶν μὲ κτῆμα παράδοξον τὴν μὲν τιμὴν τὴν ἐμὴν κελεύει τῶν διοικητῶν τινι καταβαλεῖν τῷ ἐμὲ ὠνησαμένῳ καὶ ἄλλο τοσοῦτον, ἐμὲ δὲ παρέδωκεν ἀπελευθέρῳ τῶν αὑτοῦ τινι νεανίσκῳ καὶ εἶπε κατηχεῖν ὅσα ποιῶν μάλιστα ψυχαγωγεῖν αὐτὸν δυναίμην. τῷ δέ γε ῥᾴδια ἦν πάντα· ὑπήκουον γὰρ εὐθὺ εἰς ἅπαντα διδασκόμενος. καὶ πρῶτον μὲν κατακλίνεσθαί μὲ ἐπὶ κλίνης ὥσπερ ἄνθρωπον ἐπ᾿ ἀγκῶνος ἐποίησεν, εἶτα καὶ προσπαλαίειν αὐτῷ, καὶ μὴν καὶ ὀρχεῖσθαι ἐπὶ τοὺς δύο ἐπανιστάμενον ὀρθὸν καὶ κατανεύειν καὶ ἀνανεύειν πρὸς τὰς φωνάς, καὶ πάνθ’ ὅσα ἐδυνάμην μὲν καὶ δίχα τοῦ μανθάνειν, ποιεῖν· καὶ τὸ πρᾶγμα περιβόητον ἦν, ὄνος
ὁ τοῦ δεσπότου, οἰνοπότης, παλαίων, ὄνος ὀρχούμενος. τὸ δὲ μέγιστον, ὅτι πρὸς τὰς φωνὰς ἀνένευον ἐν καιρῷ καὶ κατένευον· καὶ πιεῖν δὲ ὁπότε θελήσαιμι, ᾔτουν τοῖς ὀφθαλμοῖς τὸν οἰνοχόον κινήσας. καὶ οἱ μὲν ἐθαύμαζον τὸ πρᾶγμα ὡς παράδοξον ἀγνοοῦντες ἄνθρωπον ἐν τῷ ὄνῳ κείμενον· ἐγὼ δὲ τρυφὴν ἐποιούμην τὴν ἐκείνων ἄγνοιαν. καὶ μὴν καὶ βαδίζειν ἐμάνθανον καὶ κομίζειν τὸν δεσπότην ἐπὶ νώτου καὶ τρέχειν δρόμον ἀλυπότατον καὶ τῷ ἀναβάτῃ ἀναίσθητον. καὶ σκεύη μοι ἦν πολυτελῆ, καὶ στρώματα πορφυρᾶ ἐπιβάλλομαι, καὶ χαλινοὺς εἰσεδεχόμην ἀργύρῳ καὶ χρυσῷ πεποικιλμένους, καὶ κώδωνες ἐξήπτοντό μου μέλος μουσικώτατον ἐκφωνοῦντες.ὁ δὲ Μενεκλῆς ὁ δεσπότης ἡμῶν, ὥσπερ ἔφην, ἐκ τῆς Θεσσαλονίκης δεῦρο ἐληλύθει ἐπ’ αἰτίᾳ τοιαύτῃ· ὑπέ σχετο τῇ πατρίδι θέαν παρέξειν ἀνδρῶν ὅπλοις πρὸς ἀλλήλους μονομαχεῖν εἰδότων· καὶ οἱ μὲν ἄνδρες τῆς μάχης ἤδη ἦσαν ἐν παρασκευῇ, καὶ ἀφῖκτο ἡ πορεία. ἐξελαύνομεν ἕωθεν, κἀγὼ τὸν δεσπότην ἔφερον εἴ ποτὲ χωρίον εἴη τῆς ὁδοῦ τραχὺ καὶ τοῖς ὀχήμασιν ἐπιβαίνειν χαλεπόν. ὡς δὲ κατέβημεν ἐπὶ Θεσσαλονίκην, οὐκ ἦν ὅστις ἐπὶ θέαν οὐκ ἠπείγετο καὶ τὴν ὄψιν τὴν ἐμήν· ἡ γὰρ ἐμὴ δόξα προεληλύθει ἐκ μακροῦ καὶ τὸ πολυπρόσωπον καὶ τὸ ἀνθρώπινον τῶν ἐμῶν ὀρχημάτων καὶ παλαισμάτων. ἀλλ’ ὁ μὲν δεσπότης τοῖς ἐνδοξοτάτοις τῶν αὑτοῦ πολιτῶν παρὰ τὸν πότον ἐδείκνυέ με καὶ τὰ παράδοξα ἐκεῖνα τὰ ἐν ἐμοὶ παίγνια ἐν τῷ δείπνῳ παρετίθει.
ὁ δὲ ἐμὸς ἐπιστάτης πρόσοδον εὗρεν ἐξ ἐμοῦ πολλῶν πάνυ δραχμῶν· κατακλείσας γάρ με ἔνδον εἶχεν ἑστῶτα, καὶ τοῖς βουλομένοις ἰδεῖν ἐμὲ καὶ τἀμὰ παράδοξα ἔργα μισθοῦ τὴν θύραν ἤνοιγεν. οἱ δ’ εἰσεκόμιζον ἄλλος ἄλλο τι τῶν ἐδωδίμων, μάλιστα τὸ ἐχθρὸν εἶναι ὄνου γαστρὶ δοκοῦν· ἐγὼ δὲ ἤσθιον. ὥστε ὀλίγων ἡμερῶν τῷ δεσπότῃ καὶ τοῖς
ἐν τῇ πόλει συναριστῶν μέγας τε καὶ πίων δεινῶς ἤδη ἐγεγόνειν. καί ποτε γυνὴ ξένη οὐ μέτρια κεκτημένη, τὴν ὄψιν ἱκανή, παρελθοῦσα ἔσω ἰδεῖν ἐμὲ ἀριστῶντα εἰς ἔρωτά μου θερμὸν ἐμπίπτει, τοῦτο μὲν τὸ κάλλος ἰδοῦσα τοῦ ὄνου, τοῦτο δὲ τῷ παραδόξῳ τῶν ἐμῶν ἐπιτηδευμάτων εἰς ἐπιθυμίαν συνουσίας προελθοῦσα· καὶ διαλέγε τα πρὸς τὸν ἐπιστάτην τὸν ἐμὸν καὶ μισθὸν αὐτῷ ἁδρὸν ὑπέσχετο, εἰ συγχωρήσειεν αὐτῇ σὺν ἐμοὶ τὴν νύκτα ἀναπαύσεσθαι· κἀκεῖνος οὐδὲν φροντίσας, εἴτε ἀνύσει τι ἐκείνη ἐξ ἐμοῦ εἴτε καὶ μή, λαμβάνει τὸν μισθόν.κἀπειδὴ ἑσπέρα τε ἦν ἤδη κἀκ τοῦ συμποσίου ἀφῆκεν ἡμᾶς ὁ δεσπότης, ἀναστρέφομεν ἔνθα ἐκαθεύδομεν, καὶ τὴν γυναῖκα εὕρομεν πάλαι ἀφιγμένην ἐπὶ τὴν ἐμὴν εὐνήν. κεκόμιστο δὲ αὐτῇ προσκεφάλαια μαλακὰ καὶ στρώματα εἴσω κατέθεντο καὶ χαμεύνιον ἡμῖν εὐτρεπὲς ἦν. εἶτα οἱ μὲν τῆς γυναικὸς θεράποντες αὐτοῦ που πλησίον πρὸ τοῦ δωματίου ἐκάθευδον, ἡ δὲ λύχνον ἔνδον ἔκαιε μέγαν τῷ πυρὶ λαμπόμενον· ἔπειτα ἀποδυσαμένη παρέστη τῷ λύχνῳ γυμνὴ ὅλη καὶ μύρον ἔκ τινος ἀλαβάστρου προχεαμένη τούτῳ ἀλείφεται, κἀμὲ δὲ μυρίζει ἔνθεν, μάλιστα τὴν ῥῖνά μου μύρων ἐνέπλησεν, εἶτά με καὶ ἐφίλησε καὶ οἷα πρὸς αὐτῆς ἐρώμενον καὶ ἄνθρωπον διελέγετο καί μὲ ἐκ τῆς φορβειᾶς ἐπιλαβομένη ἐπὶ τὸ χαμεύνιον εἷλκε· κἀγὼ οὐδέν τι τοῦ παρακαλέσαντος εἰς τοῦτο δεόμενος καὶ οἴνῳ δὲ παλαιῷ πολλῷ ὑποβεβρεγμένος καὶ τῷ χρωτὶ τοῦ μύρου οἰστρημένος καὶ τὴν παιδίσκην δὲ ὁρῶν πάντα καλὴν κλίνομαι, καὶ σφόδρα ἠπόρουν ὅπως ἀναβήσομαι τὴν ἄνθρωπον· καὶ γὰρ ἐξ ὅτου ἐγεγόνειν ὄνος, συνουσίας ἀλλ’ οὐδὲ τῆς ὄνοις συνήθους ἔτυχον ἁψάμενος, οὐδὲ γυναικὶ ἐχρησάμην ὄνῳ· καὶ μὴν καὶ τοῦτό μ’ εἰς δέος οὐχὶ μέτριον ἦγε, μὴ οὐ χωρήσασα ἡ γυνὴ διασπασθῇ, κἀγὼ ὥσπερ ἀνδροφόνος καλὴν δώσω
δίκην. ἠγνόουν δὲ οὐκ εἰς δέον δεδιώς· ἡ γὰρ γυνὴ πολλοῖς τοῖς φιλήμασι, καὶ τούτοις ἐρωτικοῖς, προκαλουμένη ὡς εἶδεν οὐ κατέχοντα, ὥσπερ ἀνδρὶ παρακειμένη περιβάλλεταί με καὶ ἄρασα εἴσω ὅλον παρεδέξατο. κἀγὼ μὲν ὁ δειλὸς ἐδεδοίκειν ἔτι καὶ ὀπίσω ἀπῆγον ἐμαυτὸν ἀτρέμα, ἡ δὲ τῆς τε ὀσφύος τῆς ἐμῆς εἴχετο, ὥστε μὴ ὑποχωρεῖν, καὶ αὐτὴ εἵπετο τὸ φεῦγον. ἐπεὶ δὲ ἀκριβῶς ἐπείσθην ἔτι μοι καὶ προσδεῖν πρὸς τὴν τῆς γυναικὸς ἡδονήν τὲ καὶ τέρψιν, ἀδεῶς λοιπὸν ὑπηρέτουν ἐννοούμενος ὡς οὐδὲν εἴην κακίων τοῦ τῆς Πασιφάης μοιχοῦ. ἡ δὲ γυνὴ οὕτως ἦν ἄρα ἐς τὰ ἀφροδίσια ἑτοίμη καὶ τῆς ἀπὸ τῆς συνουσίας ἡδονῆς ἀκόρεστος, ὥστε ὅλην τὴν νύκτα ἐν ἐμοὶ ἐδαπάνησεν.ἅμα δὲ τῇ ἡμέρᾳ ἡ μὲν ἀναστᾶσα ἀπῇει συνθεμένη πρὸς τὸν ἐπιστάτην τὸν ἐμὸν οἴσειν ἐπὶ τοῖς αὐτοῖς τὸν μισθὸν τὸν αὐτὸν τῆς νυκτός. ὁ δὲ ἅμα μὲν πλουσιώτερος ἐκ τῶν ἐμῶν γενόμενος καὶ τῷ δεσπότῃ καινότερον ἐν ἐμοὶ ἐπιδειξόμενος συγκατακλείει μὲ τῇ γυναικί· ἡ δὲ κατεχρήσατό μοι δεινῶς. καί ποτε ἐλθὼν ὁ ἐπιστάτης ἀπαγγέλλει τῷ δεσπότῃ τὸ ἔργον, ὡς ἂν αὐτὸς διδάξας, καὶ ἐμοῦ μὴ εἰδότος ἄγει αὐτὸν ἑσπέρας ἤδη ἔνθα ἐκαθεύδομεν, καὶ διά τινος ὀπῆς τῆς θύρας δείκνυσί με ἔνδον τῇ μείρακι συνευναζόμενον. ὁ δὲ ἡσθεὶς τῇ θέᾳ καὶ δημοσίᾳ μὲ ταῦτα ποιοῦντα δεῖξαι ἐπεθύμησε, καὶ κελεύει πρὸς μηδένα ἔξω τοῦτο εἰπεῖν, Ἵνα, ἔφη, ἐν τῇ ἡμέρᾳ τῆς θέας παραγάγωμεν τοῦτον εἰς τὸ θέατρον σύν τινι τῶν καταδεδικασμένων γυναικῶν, κἀν πάντων ὀφθαλμοῖς ἐπὶ τὴν γυναῖκα ἀναβήσεται. καί τινα τῶν γυναικῶν, ἥτις κατεκέκριτο θηρίοις ἀποθανεῖν, ἄγουσιν ἔνδον παρ’ ἐμὲ καὶ προσιέναι τε ἐκέλευον καὶ ψαύειν ἐμοῦ.
εἶτα τὸ τελευταῖον τῆς ἡμέρας ἐκείνης ἐνστάσης, ἐν ᾗ τὰς φιλοτιμίας ἦγεν ὁ ἐμὸς δεσπότης, εἰσάγειν ἔγνωσάν με εἰς τὸ θέατρον. καὶ εἰσῄειν οὕτω· κλίνη ἦν μεγάλη,
ἀπὸ χελώνης Ἰνδικῆς πεποιημένη, χρυσῷ ἐσφηκωμένη, ἐπὶ ταύτῃ με ἀνακλίνουσι κἀκεῖ μοι τὴν γυναῖκα παρακατέκλιναν. εἶτα οὕτως ἡμᾶς ἐπέθηκαν ἐπί τινος μηχανήματος καὶ εἴσω εἰς τὸ θέατρον παρενέγχαντες κατέθηκαν ἐν τῷ μέσῳ, καὶ οἱ ἄνθρωποι μέγα ἀνεβόησαν καὶ κρότος πάσης χειρὸς ἐξήλατο ἐπ’ ἐμοί, καὶ τράπεξα ἡμῖν παρέκειτο καὶ πολλὰ ἐσκευασμένα ἐπ’ αὐτῇ ἔκειτο ὅσα τρυφῶντες ἄνθρωποι ἐν δείπνῳ ἔχουσι. καὶ παῖδες ἡμῖν παρειστήκεισαν οἰνοχόοι καλοὶ τὸν οἶνον ἡμῖν χρυσίῳ διακονούμενοι. ὁ μὲν οὖν ἐμὸς ἐπιστάτης ἑστὼς ὄπισθεν ἐκέλευέ με ἀριστᾶν· ἐγὼ δὲ ἅμα μὲν ᾐδούμην ἐν τῷ θεάτρῷ κατακείμενος, ἅμα δὲ ἐδεδίειν μή που ἄρκτος ἢ λέων ἀναπηδήσεται.ἐν τούτῳ δέ τινος ἄνθη φέροντος παροδεύοντος ἐν τοῖς ἄλλοις ἄνθεσιν ὁρῶ καὶ ῥόδων χλωρῶν φύλλα, καὶ μηδὲν ἔτι ὀκνῶν ἀναπηδήσας τοῦ λέχους ἐκπίπτω· καὶ οἱ μὲν ᾤοντό μὲ ἀνίστασθαι ὀρχησόμενον· ἐγὼ δὲ ἓν ἐξ ἑνὸς ἐπιτρέχων καὶ ἀπανθιζόμενος ἀπ’ αὐτῶν τῶν ἀνθέων τὰ ῥόδα κατέπινον. τῶν δὲ ἔτι θαυμαζόντων ἐπ’ ἐμοὶ ἀποπίπτει ἐξ ἐμοῦ ἐκείνη ἡ τοῦ κτήνους ὄψις καὶ ἀπόλλυται, καὶ ἀφανὴς ἐκεῖνος ὁ πάλαι ὄνος, ὁ δὲ Λούκιος αὐτὸς ἔνθεν μοι γυμνὸς εἱστήκει. τῇ δὲ παραδόξῳ ταύτῃ καὶ μηδέποτε ἐλπισθείσῃ θέᾳ πάντες ἐκπεπληγμένοι δεινὸν ἐπεθορύβησαν καὶ τὸ θέατρον εἰς δυο γνώμας ἐσχίζετο· οἱ μὲν γὰρ ὥσπερ φάρμακα δεινὰ ἐπιστάμενον καὶ κακόν τι πολύμορφον ἠξίουν εὐθὺς ἔνδον πυρί μὲ ἀποθανεῖν, οἱ δὲ περιμεῖναι καὶ τοὺς ἀπ’ ἐμοῦ λόγους ἔλεγον δεῖν καὶ πρότερον διαγνῶναι, εἶθ’ οὕτως δικάσαι περὶ τούτων. κἀγὼ δραμὼν πρὸς τὸν ἄρχοντα τῆς ἐπαρχίας — ἔτυχε δὲ τῇ θέᾳ ταύτῃ παρών — ἔλεγον κάτωθεν ὅτι γυνή με Θετταλὴ γυναικὸς Θετταλῆς δούλη χοίσματι μεμαγευμένῳ ἐπαλείψασα ὄνον ποιήσειε, καὶ ἱκέτευον αὐτὸν λαβόντα ἔχειν με ἐν φρουρᾷ ἐστ’ ἂν αὐτὸν
πείσαιμι, ὡς οὐ καταψεύδομαι οὕτω γεγονός.καὶ ὁ ἄρχων, Λέγε, φησίν, ἡμῖν ὄνομα τὸ σὸν καὶ γονέων τῶν σῶν καὶ συγγενῶν, εἴ τινας φὴς ἔχειν τῷ γένει προσήκοντας, καὶ πόλιν. κἀγώ, Πατὴρ μέν, ἔφην, * * * * ἔστι μοι Λούκιος, τῷ δὲ ἀδελφῷ τῷ ἐμῷ Γάϊος· ἄμφω δὲ τὰ λοιπὰ δύο ὀνόματα κοινὰ ἔχομεν. κἀγὼ μὲν ἱστοριῶν καὶ ἄλλων εἰμὶ συγγραφεύς, ὁ δὲ ποιητὴς ἐλεγείων ἐστὶ καὶ μάντις ἀγαθός· πατρὶς δὲ ἡμῖν Πάτραι τῆς Ἀχαΐας. ὁ δὲ δικαστὴς ἐπεὶ ταῦτα ἤκουσε, Φιλτάτων ἐμοί, ἔφη, λίαν ἀνδρῶν υἱὸς εἶ καὶ ξένων οἰκίᾳ τέ με ὑποδεξαμένων καὶ δώροις τιμησάντων, καὶ ἐπίσταμαι ὅτι οὐδὲν ψεύδῃ παῖς ἐκείνων ὤν· καὶ τοῦ δίφρου ἀναπηδήσας περιβάλλει τε καὶ πολλὰ ἐφίλει, καί με οἴκαδε ἦγεν ὡς ἑαυτόν. ἐν τούτῳ δὲ καὶ ὁ ἐμὸς ἀδελφὸς ἀφίκετο ἀργύριον καὶ ἄλλα μοι πολλὰ κομίζων, κἀν τούτῳ με ὁ ἄρχων δημοσίᾳ πάντων ἀκουόντων ἀπολύει. καὶ ἐλθόντες ἐπὶ θάλασσαν ναῦν ἐσκεψάμεθα καὶ τὴν ἀποσκευὴν ἐνεθέμεθα.
ἐγὼ δὲ κράτιστον εἶναι ἔγνων ἐλθεῖν παρὰ τὴν γυναῖκα τὴν ἐρασθεῖσαν μου τοῦ ὄνου, καλλίων αὐτῇ φανεῖσθαι λέγων νῦν ἐν ἀνθρώπῳ ὤν. ἡ δὲ ἀσμένη τέ μ’ εἰσεδέξατο τῷ παραδόξῳ, οἶμαι, τοῦ πράγματος ἐπιτερπομένη, καὶ δειπνεῖν σὺν αὐτῇ καὶ καθεύδειν ἱκέτευε· κἀγὼ ἐπειθόμην νεμέσεως ἄξιον εἶναι νομίζων τὸν ὄνον τὸν ἀγαπηθέντα νῦν γενόμενον ἄνθρωπον ὑπερτρυφᾶν καὶ τὴν ἐρασθεῖσαν ὑπερορᾶν· καὶ δειπνῶ σὺν αὐτῇ καὶ πολὺ ἐκ τοῦ μύρου ἀλείφομαι καὶ στεφανοῦμαι τῷ φιλτάτῳ ἐς ἀνθρώ πους με ἀνασώσαντι ῥόδῳ. ἐπεὶ δὲ ἦν νὺξ βαθεῖα ἤδη καὶ καθεύδειν ἔδει, κἀγὼ δ’ ἐπανίσταμαι καὶ ὡσπερεὶ μέγα τι ἀγαθὸν ποιῶν ἀποδύομαι καὶ ἵσταμαι γυμνὸς ὡς δῆθεν ἔτι μᾶλλον ἀρέσων ἐκ τῆς πρὸς τὸν ὄνον συγκρίσεῶς. ἡ δὲ ἐπειδὴ εἶδέ με πάντα ἀνθρώπινα ἔχοντα, προσπτύσασά μοι, Οὐ φθείρῃ ἀπ’ ἐμοῦ, ἔφη, καὶ τῆς ἐμῆς
οἰκίας καὶ μακρὰν ἀπελθὼν κοιμήσῃ; ἐμοῦ δ’ ἐρομένου, Τί γὰρ καὶ ἡμάρτηταί μοι τοσοῦτο; Ἐγώ, ἔφη, μὰ Δί’| οὐχὶ σοῦ, ἀλλὰ τοῦ ὄνου τοῦ σοῦ ἐρῶσα τότε ἐκείνῳ καὶ οὐχὶ σοὶ συνεκάθευδον, καὶ ᾤμην σε καὶ νῦν κἂν ἐκεῖνό γε μόνον τὸ μέγα τοῦ ὄνου σύμβολον διασώζειν καὶ σύρειν· σὺ δέ μοι ἐλήλυθας ἐξ ἐκείνου τοῦ καλοῦ καὶ χρησίμου ξῴου ἐς πίθηκον μεταμορφωθείς. καὶ καλεῖ εὐθὺς ἤδη τοὺς οἰκέτας καὶ κελεύει με τῶν νώτων μετέωρον κομισθῆναι ἔξω τῆς οἰκίας, καὶ ἐξωσθεὶς πρὸ τοῦ δωματίου ἔξω γυμνὸς καλῶς ἐστεφανωμένος καὶ μεμυρισμένος τὴν γῆν γυμνὴν περιλαβὼν ταύτῃ συνεκάθευδον. ἅμα δὲ τῷ ὄρθρῳ γυμνὸς ὢν ἔθεον ἐπὶ ναῦν καὶ λέγω πρὸς τὸν ἀδελφὸν τὴν ἐμαυτοῦ ἐν γέλωτι συμφοράν. ἔπειτα ἐκ τῆς πόλεως δεξιοῦ πνεύσαντος ἀνέμου πλέομεν ἔνθεν, καὶ ὀλίγαις ἡμέραις ἔρχομαι εἰς τὴν ἐμὴν πατρίδα. ἐνταῦθα θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα, μὰ Δί’ οὐκ ἐκ κυνὸς πρωκτοῦ, τὸ δὴ τοῦ λόγου, ἀλλ’ ἐξ ὄνου περιεργίας διὰ μακροῦ πάνυ, καὶ οὕτω δὲ μόλις, οἴκαδε ἀνασωθείς.