Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

Διὸς μὲν γὰρ καὶ Δήμητρος αὐτὸν λέγεσθαι διὰ τὸ τὴν ἄμπελον ἔκ τε γῆς καὶ ὄμβρων λαμβάνουσαν τὴν αὔξησιν καρποφορεῖν τὸν ἐκ τοῦ βότρυος ἀποθλιβόμενον οἶνον· τὸ δʼ ὑπὸ τῶν γηγενῶν νέον ὄντα διασπασθῆναι δηλοῦν τὴν ὑπὸ τῶν γεωργῶν συγκομιδὴν τῶν καρπῶν, διὰ τὸ τοὺς ἀνθρώπους τὴν γῆν Δήμητραν νομίζειν· τὴν δὲ καθέψησιν τῶν μελῶν μεμυθοποιῆσθαι διὰ τὸ τοὺς πλείστους ἕψειν τὸν οἶνον καὶ μίσγοντας εὐωδεστέραν αὐτοῦ καὶ βελτίονα τὴν φύσιν κατασκευάζειν· τὸ δὲ τὰ ὑπὸ τῶν γηγενῶν λυμανθέντα τῶν μελῶν ἁρμοσθέντα πάλιν ἐπὶ τὴν προγεγενημένην φύσιν ἀποκαθίστασθαι παρεμφαίνειν ὅτι πάλιν ἡ γῆ τὴν τρυγηθεῖσαν ἄμπελον καὶ τμηθεῖσαν ταῖς κατʼ ἔτος ὥραις εἰς τὴν προϋπάρξασαν ἐν τῷ καρποφορεῖν ἀκμὴν ἀποκαθίστησι. καθόλου γὰρ ὑπὸ τῶν ἀρχαίων ποιητῶν καὶ μυθογράφων τὴν Δήμητραν γῆν μητέρα προσαγορεύεσθαι.

σύμφωνα δὲ τούτοις εἶναι τά τε δηλούμενα διὰ τῶν Ὀρφικῶν ποιημάτων καὶ τὰ παρεισαγόμενα κατὰ τὰς τελετάς, περὶ ὧν οὐ θέμις τοῖς ἀμυήτοις ἱστορεῖν τὰ κατὰ μέρος.

ὁμοίως δὲ καὶ τὴν ἐκ Σεμέλης γένεσιν εἰς φυσικὰς ἀρχὰς ἀνάγουσιν, ἀποφαινόμενοι Θυώνην ὑπὸ τῶν ἀρχαίων τὴν γῆν ὠνομάσθαι, καὶ τεθεῖσθαι τὴν προσηγορίαν καὶ Σεμέλην μὲν ἀπὸ τοῦ σεμνὴν εἶναι τῆς θεοῦ

v.1.p.369
ταύτης τὴν ἐπιμέλειαν καὶ τιμήν, Θυώνην δʼ ἀπὸ τῶν θυομένων αὐτῇ θυσιῶν καὶ θυηλῶν.

δὶς δʼ αὐτοῦ τὴν γένεσιν ἐκ Διὸς παραδεδόσθαι διὰ τὸ δοκεῖν μετὰ τῶν ἄλλων ἐν τῷ κατὰ τὸν Δευκαλίωνα κατακλυσμῷ φθαρῆναι καὶ τούτους τοὺς καρπούς, καὶ μετὰ τὴν ἐπομβρίαν πάλιν ἀναφύντων ὡσπερεὶ δευτέραν ἐπιφάνειαν ταύτην ὑπάρξαι τοῦ θεοῦ παρʼ ἀνθρώποις, καθʼ ἣν ἐκ τοῦ Διὸς μηροῦ γενέσθαι πάλιν τὸν θεὸν τοῦτον μεμυθοποιῆσθαι. οἱ μὲν οὖν τὴν χρείαν καὶ δύναμιν τοῦ κατὰ τὸν οἶνον εὑρήματος ἀποφαινόμενοι Διόνυσον ὑπάρχειν τοιαῦτα περὶ αὐτοῦ μυθολογοῦσι.

τῶν δὲ μυθογράφων οἱ σωματοειδῆ τὸν θεὸν παρεισάγοντες τὴν μὲν εὕρεσιν τῆς ἀμπέλου καὶ φυτείαν καὶ πᾶσαν τὴν περὶ τὸν οἶνον πραγματείαν συμφώνως αὐτῷ προσάπτουσι, περὶ δὲ τοῦ πλείους γεγονέναι Διονύσους ἀμφισβητοῦσιν.

ἔνιοι μὲν γὰρ ἕνα καὶ τὸν αὐτὸν ἀποφαίνονται γενέσθαι τόν τε καταδείξαντα τὰ κατὰ τὰς οἰνοποιίας καὶ συγκομιδὰς τῶν ξυλίνων καλουμένων καρπῶν καὶ τὸν στρατευσάμενον ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ἔτι δὲ τὸν τὰ μυστήρια καὶ τελετὰς καὶ βακχείας εἰσηγησάμενον· ἔνιοι δέ, καθάπερ προεῖπον, τρεῖς ὑποστησάμενοι γεγονέναι κατὰ διεστηκότας χρόνους, ἑκάστῳ προσάπτουσιν ἰδίας πράξεις·