Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
καί φασι τὸν μὲν ἀρχαιότατον Ἰνδὸν γεγονέναι, καὶ τῆς χώρας αὐτομάτως διὰ τὴν εὐκρασίαν φερούσης πολλὴν ἄμπελον πρῶτον τοῦτον ἀποθλῖψαι βότρυας καὶ τὴν χρείαν τῆς περὶ τὸν
τὸν δʼ οὖν Διόνυσον ἐπελθόντα μετὰ στρατοπέδου πᾶσαν τὴν οἰκουμένην διδάξαι τήν τε φυτείαν τῆς ἀμπέλου καὶ τὴν ἐν ταῖς ληνοῖς ἀπόθλιψιν τῶν βοτρύων· ἀφʼ οὗ Ληναῖον αὐτὸν ὀνομασθῆναι. ὁμοίως δὲ καὶ τῶν ἄλλων εὑρημάτων μεταδόντα πᾶσι τυχεῖν αὐτὸν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ἀθανάτου τιμῆς παρὰ τοῖς εὖ παθοῦσιν.
δείκνυσθαι δὲ παρʼ Ἰνδοῖς μέχρι τοῦ νῦν τόν τε τόπον ἐν ᾧ συνέβη γενέσθαι τὸν θεὸν καὶ προσηγορίας πόλεων ἀπʼ αὐτοῦ κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον· καὶ πολλὰ ἕτερα διαμένειν ἀξιόλογα τεκμήρια τῆς παρʼ Ἰνδοῖς γενέσεως, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
δεύτερον δὲ μυθολογοῦσι γενέσθαι Διόνυσον ἐκ Διὸς καὶ Φερσεφόνης, ὡς δέ τινες, ἐκ Δήμητρος. τοῦτον δὲ παρεισάγουσι πρῶτον βοῦς ὑπʼ ἄροτρον ζεῦξαι, τὸ πρὸ τοῦ ταῖς χερσὶ τῶν ἀνθρώπων τὴν γῆν κατεργαζομένων. πολλὰ δὲ καὶ ἄλλα φιλοτέχνως ἐπινοῆσαι τῶν πρὸς τὴν γεωργίαν χρησίμων, διʼ
ἀνθʼ ὧν τοὺς εὖ παθόντας ἀπονεῖμαι τιμὰς ἰσοθέους αὐτῷ καὶ θυσίας, προθύμως ἁπάντων ἀνθρώπων διὰ τὸ μέγεθος τῆς εὐεργεσίας ἀπονειμάντων τὴν ἀθανασίαν. παράσημον δʼ αὐτῷ ποιῆσαι κέρατα τοὺς κατασκευάζοντας τὰς γραφὰς ἢ τοὺς ἀνδριάντας, ἅμα μὲν δηλοῦντας ἑτέραν Διονύσου φύσιν, ἅμα δὲ ἀπὸ τῆς περὶ τὸ ἄροτρον εὑρέσεως ἐμφαίνοντας τὸ μέγεθος τῆς ἐπινοηθείσης τοῖς γεωργοῖς εὐχρηστίας.
τρίτον δὲ γενέσθαι Διόνυσόν φασιν ἐν Θήβαις ταῖς Βοιωτίαις ἐκ Διὸς καὶ Σεμέλης τῆς Κάδμου. μυθολογοῦσι γὰρ ἐρασθέντα Δία μιγῆναι πλεονάκις αὐτῇ διὰ τὸ κάλλος, τὴν δʼ Ἥραν ζηλοτυποῦσαν καὶ βουλομένην τιμωρίᾳ περιβαλεῖν τὴν ἄνθρωπον, ὁμοιωθῆναι μέν τινι τῶν ἀποδοχῆς τυγχανουσῶν παρʼ αὐτῇ γυναικῶν, παρακρούσασθαι δὲ τὴν Σεμέλην·