Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
ἡμεῖς δʼ ἐπεὶ προειρήκαμεν ἐν τοῖς Αἰγυπτιακοῖς περὶ τῆς τοῦ Διονύσου γενέσεως καὶ τῶν ὑπʼ αὐτοῦ πραχθέντων ἀκολούθως ταῖς ἐγχωρίοις ἱστορίαις, οἰκεῖον εἶναι διαλαμβάνομεν προσθεῖναι τὰ μυθολογούμενα περὶ τοῦ θεοῦ τούτου παρὰ τοῖς Ἕλλησι.
τῶν δὲ παλαιῶν μυθογράφων καὶ ποιητῶν περὶ Διονύσου γεγραφότων ἀλλήλοις ἀσύμφωνα καὶ πολλοὺς καὶ τερατώδεις λόγους καταβεβλημένων,
διόπερ ἡμεῖς τῶν παρʼ ἑκάστοις λεγομένων τὰ κεφάλαια πειρασόμεθα συντόμως ἐπιδραμεῖν. οἱ τοίνυν φυσιολογοῦντες περὶ τοῦ θεοῦ τούτου καὶ τὸν ἀπὸ τῆς ἀμπέλου καρπὸν Διόνυσον ὀνομάζοντές φασι τὴν γῆν αὐτομάτως μετὰ τῶν ἄλλων φυτῶν ἐνεγκεῖν τὴν ἄμπελον, ἀλλʼ οὐκ ἐξ ἀρχῆς ὑπό τινος εὑρετοῦ φυτευθῆναι.
τεκμήριον δʼ εἶναι τούτου τὸ μέχρι τοῦ νῦν ἐν πολλοῖς τόποις ἀγρίας ἀμπέλους φύεσθαι, καὶ καρποφορεῖν αὐτὰς παραπλησίως ταῖς ὑπὸ τῆς ἀνθρωπίνης ἐμπειρίας χειρουργουμέναις.
διμήτορα δὲ τὸν Διόνυσον ὑπὸ τῶν παλαιῶν ὠνομάσθαι, μιᾶς μὲν καὶ πρώτης γενέσεως ἀριθμουμένης ὅταν τὸ φυτὸν εἰς τὴν γῆν τεθὲν λαμβάνῃ τὴν αὔξησιν, δευτέρας δʼ ὅταν βρίθῃ καὶ τοὺς βότρυς πεπαίνῃ, ὥστε τὴν μὲν ἐκ γῆς, τὴν δʼ ἐκ τῆς ἀμπέλου γένεσιν τοῦ θεοῦ νομίζεσθαι.
παραδεδωκότων δὲ τῶν μυθογράφων καὶ τρίτην γένεσιν, καθʼ ἥν φασι τὸν θεὸν ἐκ Διὸς καὶ Δήμητρος τεκνωθέντα διασπασθῆναι μὲν ὑπὸ τῶν γηγενῶν καὶ καθεψηθῆναι, πάλιν δʼ ὑπὸ τῆς Δήμητρος τῶν μελῶν συναρμοσθέντων ἐξ ἀρχῆς νέον γεννηθῆναι,