Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
Τιμοφάνης γὰρ ὁ ἀδελφὸς αὐτοῦ προέχων τῶν Κορινθίων πλούτῳ τε καὶ τόλμῃ πάλαι μὲν ἦν φανερὸς τυραννίδος ὀρεγόμενος, τότε δὲ τοὺς ἀπόρους ἀναλαμβάνων καὶ πανοπλίαις κατασκευαζόμενος καὶ τοὺς πονηροτάτους ἔχων μεθʼ ἑαυτοῦ κατὰ τὴν ἀγορὰν περιῄει, οὐ προσποιούμενος ὅτι τύραννός ἐστι, τὰ δὲ τῆς τυραννίδος ἔργα διαπραττόμενος.
ὁ δὲ Τιμολέων ἀλλοτριώτατος ὢν μοναρχίας τὸ μὲν πρῶτον ἐπεχείρει πείθειν τὸν ἀδελφὸν ἀποστῆναι τῆς ἐπιβολῆς, ὡς δʼ οὐχ ὑπήκουεν, ἀλλʼ αἰεὶ καὶ μᾶλλον ἐπετείνετο τῇ τόλμῃ, ἀδυνατῶν αὐτὸν λόγῳ διορθώσασθαι περιπατοῦντα κατὰ τὴν ἀγορὰν ἀπέσφαξεν.
θορύβου δὲ γενομένου καὶ τῶν πολιτῶν συνδραμόντων διά τε τὸ παράδοξον καὶ τὴν δεινότητα τῆς πράξεως στάσις ἐγίνετο. οἱ μὲν γὰρ ἔφασαν δεῖν ὡς ἐμφύλιον φόνον πεπραχότα τὸν Τιμολέοντα τυγχάνειν τῆς ἐκ τῶν νόμων τιμωρίας, οἱ δὲ τοὐναντίον ἀπεφαίνοντο δεῖν ἐπαινεῖν τὸν ἄνδρα ὡς τυραννοκτόνον.