Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
τῆς δὲ γερουσίας συνεδρευούσης ἐν τῷ βουλευτηρίῳ καὶ τῆς περὶ τὴν πρᾶξιν ἀμφισβητήσεως ἐπὶ τὸ συνέδριον ἀναπεμφθείσης οἱ μὲν ἐχθροὶ τοῦ Τιμολέοντος κατηγόρουν, οἱ δὲ χαριέστεροι συνηγοροῦντες συνεβούλευον σώζειν τὸν ἄνδρα.
ἀκρίτου δʼ ἔτι τῆς ζητήσεως οὔσης κατέπλευσαν ἐκ τῶν Συρακουσσῶν οἱ πρέσβεις καὶ τῇ γερουσίᾳ τὰς ἐντολὰς δηλώσαντες ἠξίουν τὴν ταχίστην ἀποστεῖλαι τὸν στρατηγόν.
ἔδοξεν οὖν τῷ συνεδρίῳ πέμπειν τὸν Τιμολέοντα καὶ πρὸς τὸ κατορθῶσαι τὴν πρᾶξιν ξένας τινὰς καὶ παραδόξους αἱρέσεις αὐτῷ προέθηκαν· διεβεβαιώσαντο γάρ, ἐὰν μὲν καλῶς ἄρξῃ τῶν Συρακοσίων, κρίνειν αὐτὸν τυραννοκτόνον, ἐὰν δὲ πλεονεκτικώτερον, ἀδελφοῦ φονέα.